Kitap 13
23
οἱ δὲ φυγάδες καὶ οἱ ἀσεβεῖς ὁρῶντες τὸν Ἰωνάθην καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλῆς ἀδείας ἐνδιατρίβοντας τῇ χώρᾳ διὰ τὴν εἰρήνην πέμπουσιν πρὸς Δημήτριον τὸν βασιλέα, παρακαλοῦντες ἀποστεῖλαι Βακχίδην ἐπὶ τὴν Ἰωνάθου σύλληψιν· ἐδήλουν γὰρ αὐτὴν ἀπόνως ἐσομένην, καὶ νυκτὶ μιᾷ μὴ προσδοκῶσιν αὐτοῖς ἐπιπεσόντες ἀποκτενεῖν ἅπαντας.
24
τοῦ δὲ βασιλέως ἐκπέμψαντος τὸν Βακχίδην, γενόμενος οὗτος ἐν τῇ Ἰουδαίᾳ πᾶσιν ἔγραψεν τοῖς φίλοις καὶ Ἰουδαίοις καὶ συμμάχοις συλλαβεῖν αὐτῷ τὸν Ἰωνάθην.
25
σπουδαζόντων δὲ πάντων καὶ μὴ δυναμένων κρατῆσαι τοῦ Ἰωνάθου, ἐφυλάσσετο γὰρ σφόδρα τὴν ἐπιβουλὴν ᾐσθημένος, ὁ Βακχίδης ὀργισθεὶς τοῖς φυγάσιν ὡς ψευσαμένοις αὐτόν τε καὶ τὸν βασιλέα πεντήκοντα αὐτῶν τοὺς ἡγουμένους συλλαβὼν ἀπέκτεινεν.
26
ὁ δὲ Ἰωνάθης σὺν τἀδελφῷ καὶ τοῖς ἑταίροις εἰς Βηθαλαγὰν ἀναχωρεῖ κώμην οὖσαν ἐν τῇ ἐρήμῳ φοβηθεὶς τὸν Βακχίδην, καὶ οἰκοδομήσας πύργους καὶ τείχη περιβαλόμενος αὑτὸν ἔσχεν ἀσφαλῶς πεφρουρημένον.
27
Βακχίδης δὲ ταῦτʼ ἀκούσας τήν τε μεθʼ ἑαυτοῦ στρατιὰν ἄγων καὶ τῶν Ἰουδαίων τοὺς συμμάχους παραλαβὼν ἐπὶ τὸν Ἰωνάθην ἧκεν, καὶ προσβαλὼν αὐτοῦ τοῖς ὀχυρώμασιν ἐπὶ πολλὰς αὐτὸν ἡμέρας ἐπολιόρκει.
28
ὁ δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δʼ αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών.