Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

327 οὐδὲ γὰρ οἱ βασιλεῖς οὕτως εἶχον οἰκείως πρὸς αὐτούς, ὥστʼ ἐλπίσαι τινὰ παρʼ αὐτῶν ὠφέλειαν. ἑκάτεροι γὰρ ταὐτὸν τοῖς ἀθληταῖς ἔπασχον, οἳ τῇ δυνάμει μὲν ἀπηγορευκότες αἰσχυνόμενοι δὲ παραχωρῆσαι διετέλουν ἀργίᾳ καὶ ἀναπαύσει διαφέροντες τὸν ἀγῶνα.
328 λοιπὴ δʼ αὐτοῖς ἐλπὶς ἦν ἡ παρὰ τῶν Αἰγύπτου βασιλέων καὶ τοῦ Κύπρον ἔχοντος Πτολεμαίου τοῦ Λαθούρου, ὃς ὑπὸ τῆς μητρὸς Κλεοπάτρας τῆς ἀρχῆς ἐκπεσὼν εἰς Κύπρον παρεγένετο. πέμψαντες οὖν πρὸς τοῦτον οἱ Πτολεμαιεῖς παρεκάλουν ἐλθόντα σύμμαχον ἐκ τῶν Ἀλεξάνδρου χειρῶν αὐτοὺς ῥύσασθαι κινδυνεύοντας.
329 ἐπελπισάντων δʼ αὐτὸν τῶν πρέσβεων, ὡς διαβὰς εἰς Συρίαν ἕξει Γαζαίους συνεστῶτας μετὰ τῶν Πτολεμαιῶν καὶ Ζώιλον, ἔτι γε μὴν Σιδωνίους καὶ πολλοὺς ἄλλους αὐτῷ συλλήψεσθαι λεγόντων, ἐπαρθεὶς πρὸς τὸν ἔκπλουν ἔσπευδεν.
330 Ἐν τούτῳ δὲ τοὺς Πτολεμαιᾶς Δημαίνετος πιθανὸς ὢν αὐτοῖς τότε καὶ δημαγωγῶν μεταβαλέσθαι τὰς γνώμας ἐποίησεν, ἄμεινον εἶναι φήσας ἐπʼ ἀδήλῳ τῷ γενησομένῳ διακινδυνεύειν πρὸς τοὺς Ἰουδαίους μᾶλλον ἢ φανερὰν εἰσδέξασθαι δουλείαν δεσπότῃ παραδόντας αὑτούς, καὶ πρὸς τούτῳ μὴ τὸν παρόντα μόνον ἔχειν πόλεμον, ἀλλὰ καὶ πολὺ μείζω τὸν ἀπʼ Αἰγύπτου.
331 τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλʼ ἥξειν ἐπʼ αὐτοὺς μετὰ μεγάλης στρατιᾶς· σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν· εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi