Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

 
στρατοπεδευσάμενος δὲ τῶν πολεμίων ἄπωθεν σταδίοις πεντήκοντα πέμπει τοὺς κατοψομένους αὐτῶν τὴν παρεμβολὴν καὶ πῶς εἶεν ἐστρατοπεδευκότες. τῶν δὲ κατασκόπων πάντʼ αὐτῷ φρασάντων καί τινας συλλαβόντων νυκτός, οἳ αὐτοῖς μέλλειν ἐπιτίθεσθαι τοὺς πολεμίους ἐμήνυον, προγνοὺς ἠσφαλίσατο,
 
προφυλακάς τε ποιησάμενος ἔξω τοῦ στρατοπέδου καὶ τὴν δύναμιν διʼ ὅλης τῆς νυκτὸς ἐν τοῖς ὅπλοις ἔχων ἅπασαν καὶ παρηγγελκὼς αὐτοῖς τὰς ψυχὰς ἐρρωμένους εἶναι καὶ ταῖς διανοίαις οὕτως ἔχειν, ὡς καὶ διὰ τῆς νυκτὸς εἰ δεήσειε μαχεσομένους, ὥστε μὴ λαθεῖν αὐτῶν τὴν προαίρεσιν.
 
οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ πυθόμενοι τὸν Ἰωνάθην ἐγνωκότα οὐκέτι τὴν γνώμην ἦσαν ὑγιεῖς, ἀλλʼ ἐτάραττεν αὐτοὺς τὸ καταφώρους τοῖς ἐχθροῖς γεγονέναι καὶ μηδενὶ προσδοκᾶν αὐτῶν ἐπικρατήσειν ἑτέρῳ τῆς ἐπιβουλῆς διημαρτημένης· ἐκ γὰρ τοῦ φανεροῦ διακινδυνεύοντες οὐκ ἐνόμιζον εἶναι τοῖς Ἰωνάθου ἀξιόμαχοι.
 
φυγὴν οὖν ἐβουλεύσαντο, καὶ πυρὰ καύσαντες πολλά, ὡς ὁρῶντες οἱ πολέμιοι μένειν αὐτοὺς ὑπολάβοιεν, ἀνεχώρησαν. ὁ δὲ Ἰωνάθης ἕωθεν προσμίξας αὐτῶν τῷ στρατοπέδῳ καὶ καταλαβὼν ἔρημον αὐτό, συνεὶς ὅτι πεφεύγασιν ἐδίωκεν.
 
οὐ μέντοι φθάνει καταλαβεῖν· ἤδη γὰρ τὸν Ἐλεύθερον ποταμὸν διαβεβηκότες ἦσαν ἐν ἀσφαλεῖ. ποιησάμενος οὖν ἐκεῖθεν τὴν ὑποστροφὴν εἰς τὴν Ἀραβίαν καὶ πολεμήσας τοὺς Ναβατηνοὺς καὶ πολλὴν αὐτῶν λείαν ἀπελάσας καὶ λαβὼν αἰχμαλώτους ἐλθὼν εἰς Δαμασκὸν ἐκεῖ πάντα ἀπέδοτο.
 
ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ τὴν Ἰουδαίαν ἅπασαν ἐπελθὼν καὶ τὴν Παλαιστίνην ἕως Ἀσκάλωνος ἠσφαλίσατο φρουρίοις, καὶ ποιήσας ταῦτα καὶ τοῖς οἰκοδομήμασιν ὀχυρώτατα καὶ ταῖς φυλακαῖς ἦλθεν εἰς Ἰόππην καὶ καταλαβόμενος αὐτὴν εἰσήγαγεν μεγάλην φρουράν· ἤκουσε γὰρ τοὺς Ἰοππηνοὺς βουλομένους τοῖς Δημητρίου στρατηγοῖς παραδοῦναι τὴν πόλιν.
 
Ταῦτʼ οὖν διοικησάμενοι ὅ τε Σίμων καὶ Ἰωνάθης ἦλθον εἰς Ἱεροσόλυμα. συναγαγὼν δὲ τὸν λαὸν ἅπαντα εἰς τὸ ἱερὸν Ἰωνάθης συνεβουλεύετο τά τε τείχη τῶν Ἱεροσολυμιτῶν ἐπισκευάσαι καὶ τὸ καθῃρημένον τοῦ περὶ τὸ ἱερὸν περιβόλου πάλιν ἀναστῆσαι καὶ πύργοις ὑψηλοῖς ἐξοχυρῶσαι τὰ περὶ αὐτό,
 
πρὸς τούτοις δὲ καὶ μέσον τῆς πόλεως ἄλλο τεῖχος ἀνοικοδομησαμένους ἀποφράξαι τοῖς ἐν τῇ ἄκρᾳ φρουροῖς τὴν πόλιν καὶ τῆς εὐπορίας αὐτοὺς τῶν σιτίων τοῦτον ἀποκλεῖσαι τὸν τρόπον, ἔτι γε μὴν καὶ τὰ ἐν τῇ χώρᾳ φρούρια ποιῆσαι πολὺ τῆς ὑπαρχούσης αὐτοῖς ἀσφαλείας ὀχυρώτερα.
 
τῆς δὲ γνώμης καὶ τῷ πλήθει δοκιμασθείσης καλῶς ἔχειν αὐτὸς μὲν τὰ κατὰ τὴν πόλιν ᾠκοδόμει, Σίμωνα δὲ τὰ κατὰ τὴν χώραν ἐξέπεμψεν ἀσφαλισόμενον.
 
ὁ δὲ Δημήτριος διαβὰς εἰς τὴν Μεσοποταμίαν ἧκεν ταύτην τε βουλόμενος καὶ τὴν Βαβυλῶνα κατασχεῖν,
 
καὶ τῶν ἄνω σατραπειῶν ἐγκρατὴς γενόμενος ἐντεῦθεν ποιεῖσθαι τὰς ὅλης τῆς βασιλείας ἀφορμάς· καὶ γὰρ οἱ ταύτῃ κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες συνεχῶς ἐπρεσβεύοντο πρὸς αὐτόν, εἰ πρὸς αὐτοὺς ἀφίκοιτο, παραδώσειν μὲν αὑτοὺς ὑπισχνούμενοι, συγκαταπολεμήσειν δὲ Ἀρσάκην τὸν Πάρθων βασιλέα.
 
ταύταις ἐπαρθεὶς ταῖς ἐλπίσιν ὥρμησεν πρὸς αὐτούς, εἰ καταστρέψαιτο τοὺς Πάρθους καὶ γένοιτʼ αὐτῷ δύναμις, τὸν Τρύφωνα πολεμῆσαι διεγνωκὼς καὶ τῆς Συρίας ἐκβαλεῖν. δεξαμένων δὲ αὐτὸν προθύμως τῶν ἐν τῇ χώρᾳ, συναγαγὼν δύναμιν ἐπολέμησεν πρὸς τὸν Ἀρσάκην, καὶ τὴν στρατιὰν πᾶσαν ἀποβαλὼν αὐτὸς ζῶν ἐλήφθη, καθὼς καὶ ἐν ἄλλοις δεδήλωται.
 
Τρύφων δʼ ἐπειδὴ τὰ περὶ τὸν Δημήτριον ἔγνω τοιοῦτο λαβόντα τέλος οὐκέτʼ ἦν Ἀντιόχῳ βέβαιος, ἀλλʼ ἐπεβούλευεν ὥστʼ αὐτὸν ἀποκτείνας τὴν βασιλείαν αὐτὸς κατασχεῖν. ἐνεπόδιζέ γε μὴν αὐτοῦ τὴν προαίρεσιν ταύτην ὁ παρὰ Ἰωνάθου φόβος φίλου τυγχάνοντος Ἀντιόχῳ, καὶ διὰ τοῦτʼ ἐκποδὼν ποιήσασθαι τὸν Ἰωνάθην πρῶτον ἔγνω καὶ τότε τοῖς περὶ τὸν Ἀντίοχον ἐγχειρεῖν.
 
ἀπάτῃ δʼ αὐτὸν καὶ δόλῳ κρίνας ἀνελεῖν εἰς Βαιθσὰν ἐκ τῆς Ἀντιοχείας παραγίνεται τὴν καλουμένην ὑφʼ Ἑλλήνων Σκυθόπολιν, εἰς ἣν μετὰ τεσσάρων αὐτῷ μυριάδων Ἰωνάθης ἀπήντησεν ἐπιλέκτου στρατοῦ· πολεμήσοντα γὰρ αὐτὸν ἥκειν ὑπελάμβανεν.
 
ὁ δʼ ἕτοιμον εἰς μάχην γνοὺς τὸν Ἰωνάθην ὑπέρχεται δώροις αὐτὸν καὶ φιλοφρονήσει, καὶ τοῖς ἡγεμόσιν αὐτοῦ πειθαρχεῖν Ἰωνάθῃ προσέταξεν, τούτοις πιστώσασθαι βουλόμενος εὔνοιαν καὶ πᾶσαν ὑπόνοιαν ἐξελεῖν εἰς τὸ καταφρονήσαντα λαβεῖν ἀφύλακτον οὐδὲν προορώμενον.
 
τήν τε στρατιὰν συνεβούλευεν ἀπολῦσαι· καὶ γὰρ νῦν οὐ δεόντως αὐτὴν ἐπάγεσθαι, πολέμου μὲν οὐκ ὄντος, εἰρήνης δὲ ἐχούσης τὰ πράγματα· κατασχόντα μέντοι γε περὶ αὐτὸν ὀλίγους εἰς Πτολεμαΐδα συνελθεῖν παρεκάλει· παραδώσειν γὰρ αὐτῷ τὴν πόλιν τά τε ἄλλα πάνθʼ ὅσα κατὰ τὴν χώραν ἐστὶν ὀχυρώματα ποιήσειν ἐπʼ αὐτῷ· καὶ γὰρ τούτων ἕνεκα παρεῖναι.
 
Ὁ μὲν οὖν Ἰωνάθης οὐδὲν τούτων ὑπονοήσας, ἀλλʼ ὑπʼ εὐνοίας καὶ γνώμης ἀληθοῦς τὸν Τρύφωνα συμβουλεῦσαι ταῦτα πιστεύσας τὴν μὲν στρατιὰν ἀπέλυσεν, τρισχιλίους δὲ κατασχὼν μόνους τοὺς μὲν δισχιλίους ἐν τῇ Γαλιλαίᾳ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν χιλίων ἧκεν εἰς Πτολεμαΐδα σὺν Τρύφωνι.
 
τῶν δʼ ἐν τῇ Πτολεμαΐδι κλεισάντων τὰς πύλας, τοῦτο γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ Τρύφωνος προστεταγμένον, Ἰωνάθην ἐζώγρησεν, τοὺς δὲ σὺν αὐτῷ πάντας ἀπέκτεινεν. ἔπεμψεν δὲ καὶ ἐπὶ τοὺς ἐν τῇ Γαλιλαίᾳ καταλειφθέντας δισχιλίους, ὅπως ἂν καὶ τούτους ἀπολέσωσιν·
 
ἀλλʼ οὗτοι μὲν ὑπὸ φήμης τῶν περὶ τὸν Ἰωνάθην συμβεβηκότων ἔφθησαν πρὶν ἢ τοὺς ὑπὸ Τρύφωνος ἀπεσταλμένους ἀφικέσθαι φραξάμενοι τοῖς ὅπλοις ἐκ τῆς χώρας ἀπελθεῖν. οἱ δʼ ἐπʼ αὐτοὺς πεμφθέντες ἰδόντες ἑτοίμους ὑπὲρ τῶν ψυχῶν ἀγωνίζεσθαι μηδὲν αὐτοῖς ἐνοχλήσαντες πρὸς τὸν Τρύφωνα ὑπέστρεψαν.
 
Οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις ἀκούσαντες τὴν Ἰωνάθου σύλληψιν καὶ τὴν τῶν σὺν αὐτῷ στρατιωτῶν ἀπώλειαν αὐτόν τε ἐκεῖνον ἐπὶ τοῖς συμβεβηκόσιν ὠλοφύροντο καὶ δεινὴ τἀνδρὸς ἐπιζήτησις παρὰ πᾶσιν ἦν,
 
δέος τε μέγα καὶ κατὰ λόγον αὐτοῖς ἐμπεσὸν ἐλύπει, μὴ τῆς Ἰωνάθου ἀνδρείας ἅμα καὶ προνοίας ἀφῃρημένων τὰ πέριξ ἔθνη χαλεπῶς ἔχοντα πρὸς αὐτοὺς καὶ διὰ Ἰωνάθην ἠρεμοῦντα νῦν αὐτοῖς ἐπισυστῇ καὶ πολεμοῦντες εἰς τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἀναγκάζωνται καθίστασθαι.
 
καὶ δὴ τοῦτʼ αὐτοῖς ὡς ὑπενόουν συνέπεσεν· τὸν γὰρ Ἰωνάθου ἀκούσαντες θάνατον οἱ ἐκ τῶν ἐθνῶν πολεμεῖν ἤρξαντο τοὺς Ἰουδαίους ὡς ἀποροῦντας ἡγεμόνος. αὐτὸς δʼ ὁ Τρύφων δύναμιν συναγαγὼν γνώμην εἶχεν ἀναβὰς εἰς τὴν Ἰουδαίαν πολεμεῖν τοὺς ἐν αὐτῇ.
 
Σίμων δʼ ὁρῶν πρὸς ταῦτα τοὺς Ἱεροσολυμίτας καταπεπληγότας, βουλόμενος αὐτοὺς εἰς τὸ ὑποστῆναι προθύμως ἐπιόντα τὸν Τρύφωνα θαρραλεωτέρους ποιῆσαι τῷ λόγῳ, συγκαλέσας τὸν δῆμον εἰς τὸν ἱερὸν ἐντεῦθεν αὐτοὺς παρακαλεῖν ἤρξατο·
 
τὸ μὲν ὑπὲρ τῆς ὑμετέρας ἐλευθερίας, ὁμόφυλοι, μετὰ τοῦ πατρὸς ἐγώ τε καὶ οἱ ἀδελφοί μου ὡς ἐτολμήσαμεν ἀσμένως ἀποθανεῖν οὐκέτʼ ἀγνοεῖτε. παραδειγμάτων δὲ τοιούτων εὐποροῦντός μου κἀκ τοῦ θνήσκειν ὑπὲρ τῶν νόμων καὶ τῆς θρησκείας τοὺς ἐκ τῆς ἡμετέρας οἰκίας γενομένους ἡγησαμένου φόβος οὐδὲ εἷς ἔσται τηλικοῦτος, ὃς ταύτην ἡμῶν τὴν διάνοιαν ἐκβαλεῖ τῆς ψυχῆς, ἀντεισάξει δʼ εἰς αὐτὴν φιλοζωΐαν καὶ δόξης καταφρόνησιν.
 
ὅθεν ὡς οὐκ ἀποροῦντες ἡγεμόνος οἵου τε καὶ πάσχειν ὑπὲρ ὑμῶν τὰ μέγιστα καὶ δρᾶν ἕπεσθέ μοι προθύμως ἐφʼ οὓς ἂν ἡγῶμαι· οὔτε γὰρ κρείττων ἐγὼ τῶν ἀδελφῶν τῶν ἐμῶν, ἵνα φείδωμαι τῆς ἐμαυτοῦ ψυχῆς, οὔτε χείρων, ἵνʼ ὃ κάλλιστον ἐκείνοις ἔδοξεν τὸ τελευτᾶν ὑπὲρ τῶν νόμων καὶ τῆς τοῦ θεοῦ θρησκείας ὑμῶν τοῦτʼ ἐγὼ φύγω καὶ καταλίπω.
 
οἷς δέ με δεῖ γνήσιον ἐκείνων ἀδελφὸν φανῆναι τούτοις ἀδελφὸν ἐμαυτὸν ἐπιδείξω· θαρρῶ γὰρ ὡς καὶ δίκην ληψόμενος παρὰ τῶν πολεμίων καὶ πάντας ὑμᾶς μετὰ γυναικῶν καὶ τέκνων τῆς ἐξ αὐτῶν ὕβρεως ῥυσόμενος καὶ τὸ ἱερὸν ἀπόρθητον μετὰ τοῦ θεοῦ διαφυλάξων· τὰ γὰρ ἔθνη βλέπω καταφρονήσαντα ὑμῶν ὡς οὐκ ἐχόντων ἡγεμόνα πρὸς τὸ πολεμεῖν ὡρμημένα.
 
Τούτους ποιησαμένου τοῦ Σίμωνος τοὺς λόγους ἀνεθάρσησεν τὸ πλῆθος, καὶ ταῖς ψυχαῖς ἐνδεδωκὸς ὑπὸ δειλίας ἀνηγέρθη πρὸς τὴν ἀμείνω καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἀθρόως πάντα τὸν λαὸν ἐκβοῆσαι τὸν Σίμωνα αὐτῶν ἡγεῖσθαι καὶ ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τῶν ἀδελφῶν αὐτοῦ τὴν προστασίαν ἔχειν· ἔσεσθαι γὰρ πρὸς ὅ τι κελεύσαι πειθηνίους.
 
συναθροίσας δʼ εὐθὺς πᾶν ὅσον ἦν τὸ πολεμικὸν τῆς οἰκείας ἰσχύος ἔσπευδε τὰ τείχη τῆς πόλεως ἀνοικοδομῆσαι, καὶ πύργοις αὐτὴν ὑψηλοτάτοις καὶ καρτεροῖς ἀσφαλισάμενος ἀπέστειλεν μὲν Ἰωνάθην τινὰ φίλον Ἀψαλώμου παῖδα μετὰ στρατιᾶς εἰς Ἰόππην προστάξας αὐτῷ τοὺς οἰκήτορας ἐκβαλεῖν· ἐδεδίει γάρ, μὴ παραδῶσιν οὗτοι τὴν πόλιν τῷ Τρύφωνι. αὐτὸς δʼ ὑπομείνας ἐφύλαττε τὰ Ἱεροσόλυμα.
 
Ὁ δὲ Τρύφων ἄρας ἐκ Πτολεμαΐδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δʼ αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπʼ ὄρους κειμένη τυγχάνει, ὑφʼ ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία.
 
γνοὺς δὲ Τρύφων ἡγεμόνα τὸν Σίμωνα ὑπὸ τῶν Ἰουδαίων καθεσταμένον ἔπεμψεν πρὸς αὐτὸν καὶ τοῦτον ἀπάτῃ καὶ δόλῳ περιελθεῖν βουλόμενος, κελεύων αὐτόν, εἰ θέλει λυθῆναι τὸν ἀδελφὸν Ἰωνάθην, πέμψαι τάλαντα ἑκατὸν ἀργυρίου καὶ δύο τῶν παίδων τῶν Ἰωνάθου ὁμήρους, ὅπως μὴ ἀφεθεὶς ἀποστήσῃ τὴν Ἰουδαίαν βασιλέως· ἄρτι γὰρ αὐτὸν διὰ τὸ ἀργύριον, ὃ τῷ βασιλεῖ χρησάμενος ὤφειλε, φυλάττεσθαι δεδεμένον.
 
ὁ δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετʼ αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος,
 
εἰπὼν ὅτι ταῦτα καὶ ἐνέδραν καὶ ἐπιβουλὴν ἔχει· ὅμως αἱρετώτερον εἶναι πέμψαι τὰ χρήματʼ αὐτῷ καὶ τοὺς υἱοὺς ἢ τοῖς ὑπὸ Τρύφωνος προβαλλομένοις μὴ ὑπακούσαντα λαβεῖν αἰτίαν ὡς τὸν ἀδελφὸν σῶσαι μὴ θελήσας. καὶ Σίμων μὲν τούς τε Ἰωνάθου παῖδας ἐξέπεμψεν καὶ τὰ χρήματα.
 
λαβὼν δὲ ὁ Τρύφων οὐκ ἐτήρησεν τὴν πίστιν οὐδὲ ἀπέλυσε τὸν Ἰωνάθην, ἀλλὰ τὴν στρατιὰν ἀναλαβὼν ἐκπεριῆλθε τὴν χώραν καὶ διὰ τῆς Ἰδουμαίας ἀναβαίνειν διεγνώκει τὸ λοιπὸν εἰς Ἱεροσόλυμα, καὶ παραγενόμενος ἧκεν εἰς Ἄδωρα πόλιν τῆς Ἰδουμαίας. ἀντιπαρῆγεν δʼ ὁ Σίμων μετὰ τῆς στρατιᾶς ἀεὶ καταστρατοπεδευόμενος ἐξ ἐναντίας αὐτοῦ.
 
Τῶν δʼ ἐν τῇ ἄκρᾳ πεμψάντων πρὸς Τρύφωνα καὶ παρακαλούντων σπεῦσαι πρὸς αὐτοὺς καὶ τροφὰς αὐτοῖς πέμψαι, παρεσκεύασε τὴν ἵππον ὡς διὰ τῆς νυκτὸς ἐκείνης ἐν Ἱεροσολύμοις ἐσόμενος. ἀλλὰ χιὼν διὰ νυκτὸς πολλὴ πεσοῦσα καὶ τάς τε ὁδοὺς καλύψασα καὶ ἄπορον ἵπποις μάλιστα πεζεύειν ὑπὸ βάθους τὴν πορείαν παρασχοῦσα διεκώλυσεν αὐτὸν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα.
 
διόπερ ἐκεῖθεν ἄρας ὁ Τρύφων εἰς τὴν κοίλην ἀφικνεῖται Συρίαν, σπουδῇ τε εἰς τὴν Γαλαδῖτιν ἐμβαλὼν τόν τε Ἰωνάθην ἀποκτείνας αὐτόθι καὶ ταφῆναι κελεύσας αὐτὸς εἰς τὴν Ἀντιόχειαν ὑπέστρεψεν.
 
ὁ δὲ Σίμων πέμψας εἰς Βασκὰ πόλιν μετακομίζει τὰ τοῦ ἀδελφοῦ ὀστᾶ, καὶ κηδεύει μὲν ταῦτα ἐν Μωδεεῖ τῇ πατρίδι, πένθος δʼ ἐπʼ αὐτῷ μέγα πᾶς ὁ λαὸς ἐποιήσατο.
 
Σίμων δὲ καὶ μνημεῖον μέγιστον ᾠκοδόμησεν τῷ τε πατρὶ καὶ τοῖς ἀδελφοῖς ἐκ λίθου λευκοῦ καὶ ἀνεξεσμένου. εἰς πολὺ δʼ αὐτὸ καὶ περίοπτον ἀναγαγὼν ὕψος στοὰς περὶ αὐτὸ βάλλεται καὶ στύλους μονολίθους θαυμαστὸν ἰδεῖν χρῆμα ἀνίστησιν, πρὸς τούτοις δὲ καὶ πυραμίδας ἑπτὰ τοῖς τε γονεῦσιν καὶ τοῖς ἀδελφοῖς ἑκάστῳ μίαν ᾠκοδόμησεν εἰς ἔκπληξιν μεγέθους τε ἕνεκα καὶ κάλλους πεποιημένας, αἳ καὶ μέχρι δεῦρο σώζονται.
 
καὶ περὶ μὲν τῆς Ἰωνάθου ταφῆς καὶ τῆς τῶν μνημείων οἰκοδομίας τοῖς οἰκείοις Σίμωνος τοσαύτην σπουδὴν οἴδαμεν γενομένην. ἀπέθανεν δὲ Ἰωνάθης ἀρχιερατεύων ἔτη τέσσαρα προστὰς τοῦ γένους. καὶ τὰ μὲν περὶ τῆς τούτου τελευτῆς ἐν τούτοις ἦν.
 
Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν· ἡ δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος ὁ Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν.
 
τοσαύτη δʼ ἦν ἡ τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστʼ ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου· εὐτύχησαν γὰρ ἐπʼ αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi