Kitap 13
253
συμβαλὼν δʼ Ἀντίοχος Ἀρσάκῃ τῷ Πάρθῳ πολλήν τε τῆς στρατιᾶς ἀπέβαλεν καὶ αὐτὸς ἀπόλλυται, τὴν δὲ τῶν Σύρων βασιλείαν ὁ ἀδελφὸς αὐτοῦ διαδέχεται Δημήτριος Ἀρσάκου αὐτὸν ἐκ τῆς αἰχμαλωσίας ἀπολύσαντος καθʼ ὃν χρόνον Ἀντίοχος εἰς τὴν Παρθυηνὴν ἐνέβαλεν, ὡς καὶ πρότερον ἐν ἄλλοις δεδήλωται.
254
Ὑρκανὸς δὲ ἀκούσας τὸν Ἀντιόχου θάνατον εὐθὺς ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις ἐξεστράτευσεν οἰόμενος αὐτὰς εὑρήσειν, ὅπερ ἦν, ἐρήμους τῶν μαχίμων καὶ ῥύεσθαι δυναμένων.
255
Μήδαβαν μὲν οὖν πολλὰ τῆς στρατιᾶς αὐτῷ ταλαιπωρηθείσης ἕκτῳ μηνὶ εἷλεν, ἔπειτα καὶ Σαμόγαν καὶ τὰ πλησίον εὐθὺς αἱρεῖ Σίκιμά τε πρὸς τούτοις καὶ Γαριζεὶν τό τε Κουθαίων γένος,
256
ὃ περιοικεῖ τὸν εἰκασθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ ναόν, ὃν Ἀλέξανδρος ἐπέτρεψεν οἰκοδομῆσαι Σαναβαλλέτῃ τῷ στρατηγῷ διὰ τὸν γαμβρὸν Μανασσῆν τὸν Ἰαδδοῦς τοῦ ἀρχιερέως ἀδελφόν, ὡς πρότερον δεδηλώκαμεν. συνέβη δὲ τὸν ναὸν τοῦτον ἔρημον γενέσθαι μετὰ ἔτη διακόσια.
257
Ὑρκανὸς δὲ καὶ τῆς Ἰδουμαίας αἱρεῖ πόλεις Ἄδωρα καὶ Μάρισαν, καὶ ἅπαντας τοὺς Ἰδουμαίους ὑπὸ χεῖρα ποιησάμενος ἐπέτρεψεν αὐτοῖς μένειν ἐν τῇ χώρᾳ, εἰ περιτέμνοιντο τὰ αἰδοῖα καὶ τοῖς Ἰουδαίων νόμοις χρήσασθαι θέλοιεν.
258
οἱ δὲ πόθῳ τῆς πατρίου γῆς καὶ τὴν περιτομὴν καὶ τὴν ἄλλην τοῦ βίου δίαιταν ὑπέμειναν τὴν αὐτὴν Ἰουδαίοις ποιήσασθαι. κἀκείνοις αὐτοῖς χρόνος ὑπῆρχεν ὥστε εἶναι τὸ λοιπὸν Ἰουδαίους.
259
Ὑρκανὸς δὲ ὁ ἀρχιερεὺς ἀνανεώσασθαι τὴν πρὸς Ῥωμαίους φιλίαν βουλόμενος πέμπει πρὸς αὐτοὺς πρεσβείαν. καὶ ἡ σύγκλητος δεξαμένη τὰ παρʼ αὐτοῦ γράμματα ποιεῖται πρὸς αὐτὸν φιλίαν τούτῳ τῷ τρόπῳ·