Kitap 13
Ἀντιοχεῖς δὲ μισοῦντες τὸν Δημήτριον ὑπὲρ ὧν πεπόνθεισαν ὑπʼ αὐτοῦ κακῶς, ἀπεχθανόμενοι δʼ αὐτῷ καὶ διὰ τὸν πατέρα Δημήτριον πολλὰ εἰς αὐτοὺς ἐξαμαρτόντα, καιρὸν ἐπετήρουν λαβεῖν καθʼ ὃν ἐπιθοῖντο αὐτῷ.
νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα.
ὁ δὲ τὸν δῆμον ὁρῶν τὸν τῶν Ἀντιοχέων ἐκπεπολεμωμένον πρὸς αὐτὸν καὶ ἐν ὅπλοις ὄντα, παραλαβὼν τοὺς μισθοφόρους καὶ τοὺς πεμφθέντας ὑπὸ Ἰωνάθου Ἰουδαίους συμβάλλει τοῖς Ἀντιοχεῦσιν καὶ βιασθεὶς ὑπʼ αὐτῶν, πολλαὶ γὰρ ἦσαν μυριάδες, ἡττᾶται.
βλέποντες δὲ τοὺς Ἀντιοχεῖς κρατοῦντας οἱ Ἰουδαῖοι ἐπὶ τὰς στέγας τῶν βασιλείων ἀναβάντες ἐκεῖθεν ἔβαλλον τοὺς Ἀντιοχεῖς, καὶ τοῦ μὲν αὐτοί τι πάσχειν ὑπʼ αὐτῶν ὄντες πορρωτάτω διὰ τὸ ὕψος, ποιοῦντες δʼ αὐτοὺς κακῶς διὰ τὸ ἄνωθεν μάχεσθαι τῶν σύνεγγυς αὐτοὺς οἰκιῶν ἀπώσαντο.
καὶ ταύταις μὲν εὐθὺς πῦρ ἐνῆκαν, ἡ δὲ φλὸξ ἐφʼ ὅλην διατείνουσα τὴν πόλιν πυκνῶν τῶν οἰκιῶν οὐσῶν καὶ τὰ πλεῖστα ἐκ ξύλων ᾠκοδομημένων πᾶσαν αὐτὴν ἐνέμετο.
οἱ δʼ Ἀντιοχεῖς μὴ δυνάμενοι βοηθῆσαι μηδὲ κρατῆσαι τοῦ πυρὸς εἰς φυγὴν ἐτράπησαν. τῶν δὲ Ἰουδαίων ἀπὸ δώματος ἐπὶ δῶμα διαπηδώντων καὶ τοῦτον αὐτοὺς διωκόντων τὸν τρόπον παράδοξον συνέβη γενέσθαι τὴν δίωξιν.
ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς Ἀντιοχεῖς σῶσαι τὰ τέκνα καὶ τὰς γυναῖκας ἐσπουδακότας καὶ διὰ τοῦτο μηκέτι μαχομένους διʼ ἄλλων αὐτοῖς ἐπιτίθεται στενωπῶν, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ὡς ἀναγκασθῆναι ῥῖψαι τὰς πανοπλίας καὶ παραδοῦναι αὑτοὺς τῷ Δημητρίῳ.
συγγνοὺς δʼ αὐτοῖς τῶν τετολμημένων καταπαύει τὴν στάσιν. δωρησάμενος δὲ τοῖς Ἰουδαίοις τὰς ἐκ τῶν σκύλων ὠφελείας καὶ ὡς αἰτιωτάτοις τῆς νίκης αὐτῷ γεγενημένοις εὐχαριστήσας ἀπέπεμψεν εἰς Ἱεροσόλυμα πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ τῆς συμμαχίας.
ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτʼ ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας.
ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δʼ ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, ὃ καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει.
Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, ὁ δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν.
ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δʼ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δʼ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν.
Ἰωνάθης δʼ ἐπὶ τοῖς παρʼ Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδʼ αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρʼ αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθʼ ὧν εὖ πάθοι.
Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δʼ οὐκ ἔδοσαν.
παραγενόμενος δʼ ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτʼ εἰς αὐτάς· εἶναι δʼ αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας.
πείσας δʼ ὁμολογῆσαι πρὸς τὸν Ἀντίοχον συμμαχεῖν τὰς πόλεις εἰς Γάζαν παρεγένετο προσαξόμενος καὶ τὴν παρὰ τούτων εὔνοιαν Ἀντιόχῳ. πολὺ δʼ εὗρεν τῆς προσδοκίας τοὺς Γαζαίους ἀλλοτριώτερον ἔχοντας· ἀπέκλεισαν γὰρ αὐτῷ τὰς πύλας καὶ τὸν Δημήτριον ἐγκαταλιπόντες οὐκ ἔγνωσαν Ἀντιόχῳ προσχωρῆσαι.
τοῦτο παρώξυνεν εἰς πολιορκίαν τὸν Ἰωνάθην καὶ τῆς χώρας τὴν κάκωσιν· μέρος γὰρ τῆς στρατιᾶς περικαθίσας τῇ Γάζῃ τῷ λοιπῷ τὴν γῆν αὐτὸς ἐπιὼν διέφθειρεν καὶ ἐνεπίμπρα. ταῦτα δὲ πάσχοντας ἑαυτοὺς ὁρῶντες οἱ Γαζῖται καὶ μηδεμίαν ἀπὸ Δημητρίου βοήθειαν αὐτοῖς γινομένην, ἀλλὰ τὸ μὲν λυποῦν ἤδη παρόν, τὸ δʼ ὠφελῆσον μακρὰν ἔτι καὶ ἄδηλον εἰ παραγένοιτο, σῶφρον ἔκριναν εἶναι τοῦτʼ ἀφέντες παραμένειν ἐκεῖνο θεραπεύειν.
πέμψαντες οὖν πρὸς τὸν Ἰωνάθην φιλίαν τε ὡμολόγουν καὶ συμμαχίαν· οἱ μὲν γὰρ ἄνθρωποι πρὸ πείρας τῶν δεινῶν οὐ συνιᾶσιν τὸ συμφέρον, ἀλλʼ ὅταν ἔν τινι κακῷ γενόμενοι τύχωσιν, τότε γνωσιμαχήσαντες ἃ μηδʼ ὅλως βλαβέντας ἄμεινον ἦν ποιεῖν ταῦθʼ ὕστερον ζημιωθέντες αἱροῦνται.
ὁ δὲ συνθέμενος πρὸς αὐτοὺς φιλίαν καὶ λαβὼν ὁμήρους τούτους μὲν ἀπέστειλεν εἰς Ἱεροσόλυμα, αὐτὸς δὲ τὴν χώραν ἅπασαν ἐπῆλθεν ἄχρι Δαμασκοῦ.
Τῶν δὲ Δημητρίου στρατηγῶν ἀκουσθέντων αὐτῷ προελθεῖν εἰς Κέδασαν σὺν πολλῇ στρατιᾷ, μεταξὺ δʼ ἐστὶν αὕτη τῆς τε Τυρίων γῆς καὶ τῆς Γαλιλαίας· ἀπάξειν γὰρ αὐτὸν ἐκ τῆς Συρίας ὑπέλαβον ἐπὶ τὴν τῶν Γαλιλαίων συμμαχίαν· τῆς γὰρ Γαλιλαίας ὄντας αὐτοὺς οὐ περιόψεσθαι πολεμουμένους· ὑπήντησεν αὐτοῖς τὸν ἀδελφὸν Σίμωνα καταλιπὼν ἐν τῇ Ἰουδαίᾳ,
ὃς στρατὸν ἐκ τῆς χώρας συναγαγὼν ὡς ἐνῆν ἱκανώτατον τὴν Βεθσούραν πολιορκῶν προσεκάθητο χωρίον τῆς Ἰουδαίας ὀχυρώτατον· κατεῖχεν γὰρ αὐτὸ φρουρὰ Δημητρίου. δεδήλωται δʼ ἡμῖν τοῦτο καὶ πρότερον.
ὡς δὲ χώματα μὲν ἐγείραντος τοῦ Σίμωνος, μηχανήματα δʼ ἱστάντος καὶ πολλῇ σπουδῇ χρωμένου περὶ τὴν τῆς Βεθσούρου πολιορκίαν ἔδεισαν οἱ φρουροί, μὴ κατὰ κράτος ἐξαιρεθέντος τοῦ χωρίου διαφθαρῶσιν, πέμψαντες πρὸς τὸν Σίμωνα ἠξίουν ὅρκους λαβόντες, ὥστε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, καταλιπεῖν τὸ χωρίον καὶ πρὸς Δημήτριον ἀπελθεῖν.
ὁ δὲ δοὺς ταύτας αὐτοῖς τὰς πίστεις ἐκβάλλει μὲν ἐκείνους ἐκ τῆς πόλεως, αὐτὸς δὲ φρουρὰν καθίστησιν ἰδίαν.
Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους.
μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπʼ αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον· οὓς ἰδὼν ὁ Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο.
τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν.
καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας ὁ Ἀψαλώμου καὶ Ἰούδας ὁ Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες· τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν.
οἱ δʼ ἀναχωρήσαντες τῶν Ἰωνάθου στρατιωτῶν ὡς εἶδον τοὺς πολεμίους τραπέντας, ἐπισυλλεγέντες ἐκ τῆς φυγῆς ὥρμησαν αὐτοὺς διώκειν καὶ τοῦτʼ ἐποίησαν μέχρι Κεδάσων, οὗ τὸ στρατόπεδον ἦν τοῖς πολεμίοις.
Κρατήσας οὖν Ἰωνάθης τῇ μάχῃ λαμπρῶς καὶ δισχιλίους τῶν ἐχθρῶν ἀποκτείνας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. ὁρῶν οὖν, ὅτι πάντʼ αὐτῷ κατὰ νοῦν προνοίᾳ θεοῦ χωρεῖ, πρὸς Ῥωμαίους πρεσβευτὰς ἀπέστειλεν, ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν.
τοῖς δʼ αὐτοῖς πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς Σπαρτιάτας ἀφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν. οἱ δʼ ὡς ἦλθον εἰς τὴν Ῥώμην παρελθόντες εἰς τὴν βουλὴν αὐτῶν καὶ τὰ παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας βεβαιώσει,
τῆς βουλῆς ἐπικυρωσάσης τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς πρὸς ἅπαντας τοὺς βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς διʼ αὐτῶν τύχωσιν, ἀναστρέφοντες εἰς τὴν Σπάρτην παρεγένοντο καὶ τὰς ἐπιστολάς, ἃς ἔλαβον παρὰ Ἰωνάθου, αὐτοῖς ἀπέδοσαν.
τὸ δʼ ἀντίγραφον ἦν τόδε· ἀρχιερεὺς Ἰωνάθης τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ ἡ γερουσία καὶ τὸ κοινὸν τῶν ἱερέων Λακεδαιμονίων ἐφόροις καὶ γερουσίᾳ καὶ δήμῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἐρρωμένοις ὑμῖν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια χωρεῖ κατὰ νοῦν, οὕτως ἂν ἔχοι ὡς βουλόμεθα, ἐρρώμεθα δὲ καὶ ἡμεῖς.
ἐπειδὴ τοῖς ἔμπροσθεν χρόνοις κομισθείσης Ὀνίᾳ τῷ γενομένῳ ἀρχιερεῖ παρʼ ἡμῖν παρὰ Ἀρέως τοῦ βασιλεύσαντος ὑμῶν ἐπιστολῆς διὰ Δημοτέλους περὶ τῆς ὑπαρχούσης ὑμῖν πρὸς ἡμᾶς συγγενείας, ἧς ὑποτέτακται τὸ ἀντίγραφον, τήν τε ἐπιστολὴν ἐδεξάμεθα προθύμως καὶ τῷ Δημοτέλει καὶ τῷ Ἀρεῖ εὐνοϊκῶς διετέθημεν, οὐ δεόμενοι τῆς τοιαύτης ἀποδείξεως διὰ τὸ ἐκ τῶν ἱερῶν ἡμῶν πεπιστεῦσθαι γραμμάτων,
τὸ μὲν προκατάρχειν τῆς ἀναγνωρίσεως οὐδὲ δοκιμάζομεν μὴ καὶ προαρπάζειν δοκῶμεν τὴν παρʼ ὑμῶν διδομένην δόξαν, πολλῶν δὲ χρόνων διαγενομένων ἀπὸ τῆς ἐξ ἀρχῆς ἀναποληθείσης ἡμῖν οἰκειότητος ἐν ταῖς ἱεραῖς καὶ ἐπωνύμοις ἡμέραις θυσίας τῷ θεῷ προσφέροντες καὶ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τε καὶ νίκης αὐτὸν παρακαλοῦμεν.
πολλῶν δʼ ἡμᾶς πολέμων περιστάντων διὰ τὴν τῶν γειτνιώντων πλεονεξίαν οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τῶν προσηκόντων ἡμῖν ἐνοχλεῖν ἐκρίναμεν. καταγωνισάμενοι δὲ τοὺς πολεμίους πέμποντες πρὸς Ῥωμαίους Νουμήνιον τὸν Ἀντιόχου καὶ Ἀντίπατρον τὸν Ἰάσονος τῶν ἀπὸ τῆς γερουσίας ὄντων παρʼ ἡμῖν ἐν τιμῇ, ἐδώκαμεν αὐτοῖς καὶ πρὸς ὑμᾶς ἐπιστολάς, ὅπως ἀνανεώσωνται τὴν πρὸς ὑμᾶς ἡμῖν συγγένειαν.
καλῶς οὖν ποιήσετε καὶ αὐτοὶ γράφοντες ἡμῖν καὶ περὶ ὧν ἂν δέησθε ἐπιστέλλοντες, ὡς εἰς ἅπαντα προθυμησομένοις ὑπὲρ τῆς ὑμετέρας προαιρέσεως. οἱ μὲν οὖν Λακεδαιμόνιοι τούς τε πρεσβευτὰς φιλοφρόνως ὑπεδέξαντο καὶ ψήφισμα ποιησάμενοι περὶ συμμαχίας καὶ φιλίας πρὸς αὐτοὺς ἀπέστειλαν.
Κατὰ δὲ τὸν χρόνον τοῦτον τρεῖς αἱρέσεις τῶν Ἰουδαίων ἦσαν, αἳ περὶ τῶν ἀνθρωπίνων πραγμάτων διαφόρως ὑπελάμβανον, ὧν ἡ μὲν Φαρισαίων ἐλέγετο, ἡ δὲ Σαδδουκαίων, ἡ τρίτη δὲ Ἐσσηνῶν.
οἱ μὲν οὖν Φαρισαῖοι τινὰ καὶ οὐ πάντα τῆς εἱμαρμένης ἔργον εἶναι λέγουσιν, τινὰ δʼ ἐφʼ ἑαυτοῖς ὑπάρχειν συμβαίνειν τε καὶ μὴ γίνεσθαι. τὸ δὲ τῶν Ἐσσηνῶν γένος πάντων τὴν εἱμαρμένην κυρίαν ἀποφαίνεται καὶ μηδὲν ὃ μὴ κατʼ ἐκείνης ψῆφον ἀνθρώποις ἀπαντᾶν.
Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσιν οὐδὲν εἶναι ταύτην ἀξιοῦντες οὐδὲ κατʼ αὐτὴν τὰ ἀνθρώπινα τέλος λαμβάνειν, ἅπαντα δὲ ἐφʼ ἡμῖν αὐτοῖς κεῖσθαι, ὡς καὶ τῶν ἀγαθῶν αἰτίους ἡμᾶς γινομένους καὶ τὰ χείρω παρὰ τὴν ἡμετέραν ἀβουλίαν λαμβάνοντας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβεστέραν πεποίημαι δήλωσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῆς Ἰουδαϊκῆς πραγματείας.
Οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ τὴν γεγενημένην ἧτταν ἀναμαχέσασθαι βουλόμενοι, πλείω τῆς προτέρας δύναμιν συναγαγόντες ἦλθον ἐπὶ τὸν Ἰωνάθην. ὁ δὲ ἐπιόντας πυθόμενος ὀξέως ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν· οὐ γὰρ ἔγνω σχολὴν αὐτοῖς παρασχεῖν, ὥστʼ εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν.