Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

229 αἰσθόμενος δὲ τοὺς ἐλθόντας ὁ νεανίσκος διαφυγὼν τὸν ἐξ αὐτῶν κίνδυνον εἰς τὴν πόλιν ἠπείγετο, θαρρῶν τῷ πλήθει διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας καὶ διὰ τὸ Πτολεμαίου τοῖς ὄχλοις μῖσος. σπουδάσαντα δὲ καὶ Πτολεμαῖον εἰσελθεῖν διʼ ἄλλης πύλης ὁ δῆμος ἀπεώσατο τὸν Ὑρκανὸν ἤδη προσδεδεγμένος.
230 Καὶ ὁ μὲν εἰς ἕν τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων ἀνεχώρησεν Δαγὼν λεγόμενον. ἀπολαβὼν δὲ τὴν πάτριον ἀρχιερωσύνην Ὑρκανὸς καὶ τὸν θεὸν πρώταις θυσίαις παραστησάμενος ἐπὶ τὸν Πτολεμαῖον ἐξεστράτευσεν, καὶ προσβαλὼν τῷ χωρίῳ τοῖς μὲν ἄλλοις περιῆν αὐτοῦ, ἡττᾶτο δὲ μόνῳ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ.
231 τούτους γὰρ Πτολεμαῖος ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ἐξ ἀπόπτου ᾐκίζετο καὶ κατακρημνίσειν οὐκ ἀφισταμένου τῆς πολιορκίας ἠπείλει. ὁ δʼ ὅσον ἂν ἐνδοίη τῆς περὶ τὴν αἵρεσιν τοῦ χωρίου σπουδῆς, τοσοῦτο χαρίζεσθαι τοῖς φιλτάτοις ἡγούμενος πρὸς τὸ μὴ κακῶς πάσχειν, ἐξέλυε τὸ πρόθυμον.
232 ἡ μέντοι μήτηρ ὀρέγουσα τὰς χεῖρας ἱκέτευε μὴ μαλακίζεσθαι διʼ αὐτήν, ἀλλὰ πολὺ πλέον ὀργῇ χρώμενον ἑλεῖν σπουδάσαι τὸ χωρίον καὶ τὸν ἐχθρὸν ὑπʼ αὐτῷ ποιήσαντα τιμωρῆσαι τοῖς φιλτάτοις· ἡδὺν γὰρ αὐτῇ τὸν μετʼ αἰκίας εἶναι θάνατον, εἰ δίκην ὑπόσχοι τῆς εἰς αὐτοὺς παρανομίας ὁ ταῦτα ποιῶν πολέμιος.
233 τὸν δὲ Ὑρκανὸν ταῦτα μὲν λεγούσης τῆς μητρὸς ὁρμή τις ἐλάμβανεν πρὸς τὴν αἵρεσιν τοῦ φρουρίου, ἡνίκα δʼ αὐτὴν ἴδοι τυπτομένην καὶ σπαραττομένην, ἐξελύετο καὶ τῆς ἐπὶ τοῖς εἰς τὴν μητέρα πραττομένοις συμπαθείας ἥττων ἐγίνετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi