Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 13

1 Τίνα μὲν οὖν τρόπον τὸ τῶν Ἰουδαίων ἔθνος καταδουλωσαμένων αὐτὸ τῶν Μακεδόνων ἀνεκτήσατο τὴν ἐλευθερίαν καὶ διʼ ὅσων καὶ πηλίκων ἀγώνων ὁ στρατηγὸς αὐτῶν ἐλθὼν Ἰούδας ἀπέθανεν ὑπὲρ αὐτῶν μαχόμενος, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν.
2 μετὰ δὲ τὴν τελευτὴν τὴν Ἰούδου πᾶν ὅσον ἦν ἔτι τῶν ἀσεβῶν καὶ παραβεβηκότων τὴν πάτριον πολιτείαν ἐπεφύη τοῖς Ἰουδαίοις καὶ πανταχόθεν αὐτοὺς ἀκμάζον ἐκάκου.
3 συνελάμβανε δὲ τῇ τούτων πονηρίᾳ καὶ λιμὸς τὴν χώραν καταλαβών, ὡς πολλοὺς διὰ τὴν σπάνιν τῶν ἀναγκαίων καὶ τὸ μὴ δύνασθαι τοῖς παρʼ ἀμφοτέρων ἀπό τε τοῦ λιμοῦ καὶ τῶν ἐχθρῶν δεινοῖς ἀντέχειν αὐτομολῆσαι πρὸς τοὺς Μακεδόνας.
4 Βακχίδης δὲ τῶν Ἰουδαίων τοὺς ἀποστάντας τῆς πατρίου συνηθείας καὶ τὸν κοινὸν βίον προῃρημένους συναθροίσας τούτοις ἐνεχείρισεν τὴν τῆς χώρας ἐπιμέλειαν, οἳ καὶ συλλαμβάνοντες τοὺς Ἰούδου φίλους καὶ τὰ ἐκείνου φρονοῦντας τῷ Βακχίδῃ παρέδοσαν· ὁ δὲ βασανίζων πρῶτον αὐτοὺς καὶ πρὸς ἡδονὴν αἰκιζόμενος ἔπειθʼ οὕτως διέφθειρεν.
5 ταύτης δὲ τῆς συμφορᾶς τοῖς Ἰουδαίοις τηλικαύτης γενομένης, ἡλίκης οὐκ ἦσαν πεπειραμένοι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, οἱ περιλειφθέντες τῶν ἑταίρων τῶν Ἰούδου βλέποντες ἀπολλύμενον οἰκτρῶς τὸ ἔθνος προσελθόντες αὐτοῦ τῷ ἀδελφῷ Ἰωνάθῃ μιμεῖσθαι τὸν ἀδελφὸν αὐτοῦ καὶ τὴν ἐκείνου περὶ τῶν ὁμοφύλων πρόνοιαν ἠξίουν ἀποθανόντος ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, καὶ μὴ περιορᾶν ἀπροστάτητον τὸ ἔθνος μηδʼ ἐν οἷς φθείρεται.
6 ὁ δʼ Ἰωνάθης φήσας ἑτοίμως ἔχειν ἀποθνήσκειν ὑπὲρ αὐτῶν καὶ νομισθεὶς κατὰ μηδὲν εἶναι χείρων τἀδελφοῦ στρατηγὸς ἀποδείκνυται τῶν Ἰουδαίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi