Kitap 13
εἰ δὲ μή, τό γε δεύτερον, εἰ τοὺς Φαρισαίους αὐτῇ προτιμᾶν ἔγνωσται, κατατάξαι ἕκαστον αὐτῶν ἐν τοῖς φρουρίοις· εἰ γὰρ ὧδε δαίμων τις ἐπενεμέσησεν τῷ Ἀλεξάνδρου οἴκῳ, αὐτούς γε μὴν ἂν ἀποδεῖξαι καὶ ἐν ταπεινῷ σχήματι βιοτεύοντας.
Πολλὰ τοιαῦτα λεγόντων καὶ εἰς οἶκτον τῶν τεθνεώτων καὶ τῶν κινδυνευόντων τοὺς Ἀλεξάνδρου δαίμονας ἐπικαλουμένων, ἅπαντες οἱ περιεστῶτες ὥρμησαν εἰς δάκρυα, καὶ μάλιστα Ἀριστόβουλος ὅπως ἔχοι γνώμης ἐδήλου πολλὰ τὴν μητέρα κακίζων.
ἀλλὰ γὰρ ἐκεῖνοι μὲν αὐτοὶ σφίσι τῶν συμφορῶν ἐγένοντο αἴτιοι, κατὰ φιλαρχίαν ἐκλελυσσηκυίᾳ γυναικὶ παρὰ τὸ εἰκὸς βασιλεύειν γενεᾶς ἐν ἀκμῇ οὔσης ἐπιτρέψαντες· ἡ δὲ οὐκ ἔχουσα ὅ τι πράξειε μετὰ τοῦ εὐπρεποῦς τὴν φυλακὴν τῶν χωρίων σφίσιν ἐπέτρεψεν, ὅτι μὴ Ὑρκανίας καὶ Ἀλεξανδρείου καὶ Μαχαιροῦντος, ἔνθα τὰ πλείστου ἄξια ἦν αὐτῇ.
καὶ μετʼ οὐ πολὺ τὸν υἱὸν Ἀριστόβουλον μετὰ στρατιᾶς ἐξέπεμψεν ἐπὶ Δαμασκὸν κατὰ Πτολεμαίου τοῦ Μενναίου λεγομένου, ὃς βαρὺς ἦν τῇ πόλει γείτων. ἀλλʼ οἱ μὲν οὐδὲν ἐργασάμενοι σπουδῆς ἄξιον ὑπέστρεψαν.
Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης στρατοῦ μυριάσι τριάκοντα ἐμβεβληκὼς εἰς τὴν Συρίαν καὶ ἐπὶ τῆς Ἰουδαίας ἀφιξόμενος. τοῦτο ὥσπερ εἰκὸς ἐφόβησε τὴν βασίλισσαν καὶ τὸ ἔθνος. δῶρα δὴ καὶ πολλὰ καὶ λόγου ἄξια πέμπουσιν αὐτῷ καὶ πρέσβεις πολιορκοῦντι Πτολεμαΐδα.
βασίλισσα γὰρ Σελήνη ἡ καὶ Κλεοπάτρα καλουμένη τῶν ἐν τῇ Συρίᾳ κατέχειν, ἣ καὶ ἐνήγαγεν τοὺς ἐνοικοῦντας ἀποκλεῖσαι Τιγράνη νῦν ἐτύγχανεν καὶ ἐδέοντο χρηστὰ περὶ τῆς βασιλίσσης καὶ τοῦ ἔθνους συγγινώσκειν.
ὁ δὲ ἀποδεξάμενος αὐτοὺς τῆς ἐκ διαστήματος θεραπείας ἐλπίδας ὑπέθετο χρηστάς. ἄρτι δὲ τῆς Πτολεμαΐδος ἑαλωκυίας ἀγγέλλεται Τιγράνῃ Λεύκολλον διώκοντα Μιθριδάτην ἐκείνου μὲν διαμαρτεῖν εἰς τοὺς Ἴβηρας ἀναφυγόντος, τὴν δὲ Ἀρμενίαν πορθήσαντα πολιορκεῖν Τιγράνης δὲ καὶ ταῦτʼ ἐπιγνοὺς ἀνεχώρει τὴν ἐπʼ οἴκου.
Μετὰ δὲ τοῦτο τῆς βασιλίσσης εἰς νόσον χαλεπὴν ἐμπεσούσης δόξαν Ἀριστοβούλῳ τοῖς πράγμασιν ἐπιτίθεσθαι τῆς νυκτὸς ὑπεξελθὼν μεθʼ ἑνὸς τῶν θεραπόντων ᾔει ἐπὶ τὰ φρούρια, ἵνα οἱ πατρῷοι κατετάχθησαν αὐτῷ φίλοι.
πάλαι γὰρ ἀχθόμενος οἷς ἔπραττεν ἡ μήτηρ πολὺ μᾶλλον ἔδεισε, μὴ ἀποθανούσης ἐπὶ τοῖς Φαρισαίοις τὸ πᾶν γένος αὐτοῖς ὑπάρξειεν· ἑώρα γὰρ τὸ ἀδύνατον τοῦ μέλλοντος διαδέχεσθαι τὴν ἀρχὴν ἀδελφοῦ.
ξυνῄδει δὲ ἡ γυνὴ μόνη τῇ πράξει, ἣν κατέλιπεν αὐτόθι μετὰ τῆς γενεᾶς. καὶ πρῶτον ἀφικόμενος εἰς Ἄγαβα, ἔνθα Γαλαίστης ἦν τῶν δυνατῶν, ὑπεδέχθη πρὸς αὐτοῦ.
μεθʼ ἡμέραν δὲ αἴσθησις γίνεται τῇ βασιλίσσῃ τῆς Ἀριστοβούλου φυγῆς, καὶ μέχρι τινὸς ᾤετο γεγονέναι τὴν ἀναχώρησιν οὐκ ἐπὶ νεωτερισμῷ· ὡς μέντοι ἧκον ἀπαγγέλλοντες ἄλλοι ἐπʼ ἄλλοις, ὅτι κατειλήφει τὸ πρῶτον χωρίον καὶ τὸ δεύτερον καὶ ξύμπαντα, εὐθὺς γὰρ ἑνὸς ἀρξαμένου πάντα ἠπείγετο πρὸς τὸ ἐκείνου βούλημα, τότε δὴ ἐν μεγίσταις ταραχαῖς ὑπῆρχεν ἥ τε βασίλισσα καὶ τὸ ἔθνος.
ᾔδεισαν γὰρ οὐ πόρρω τοῦ δύνασθαι τὴν ἀρχὴν αὐτῷ κρατῦναι τὸν Ἀριστόβουλον ὄντα, ἐδεδίεσάν τε, μὴ ποινὴν εἰσπράξαιτο ὧν παρῴνησαν αὐτῷ τὸν οἶκον. δόξαν οὖν τήν τε γυναῖκα αὐτοῦ καὶ γενεὰν εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον κατέθεσαν.
Ἀριστοβούλῳ δὲ ὡς ἂν ἐκ πολλῶν συχνὰ ἀνήχθη, ἀφʼ ὧν ἤδη καὶ κόσμος βασίλειος περὶ αὐτὸν ἦν· σχεδὸν γὰρ ἐν ἡμέραις δεκαπέντε χωρίων ἐκράτησεν εἰκοσιδύο, ὅθεν ἀφορμὰς ἔχων στρατιὰν ἤθροιζεν ἀπὸ Λιβάνου καὶ Τράχωνος καὶ τῶν μονάρχων· οἱ γὰρ ἄνθρωποι τῷ πλείονι ὑπαγόμενοι ῥᾳδίως ὑπήκουον· ἄλλως δὲ νομίζοντες, εἰ δὴ ξυλλάβοιεν αὐτῷ, τῶν μὴ προσδοκωμένων οὐχ ἧσσον καρπώσεσθαι τὴν βασιλείαν ὡς αὐτοὶ τοῦ κρατῆσαι πρόφασις γενηθέντες.
τῶν δὲ Ἰουδαίων οἱ πρεσβύτεροι καὶ Ὑρκανὸς ἐσῄεσαν ὡς τὴν βασίλισσαν καὶ ἐδέοντο ὑποθέσθαι γνώμην περὶ τῶν ἐνεστώτων· τὸν γὰρ Ἀριστόβουλον τῶν πάντων σχεδὸν ἤδη κυριεύειν, ὁπότε χωρίων τοσούτων κρατήσειεν· ἄτοπον δέ, εἰ καὶ τὰ μάλιστα κάμνοι, περιούσης αὐτῆς κατὰ σφᾶς βουλεύεσθαι· περιεστάναι δὲ τὸν κίνδυνον οὐ διὰ μακροῦ σφίσιν.
ἡ δὲ αὐτοὺς ἐκέλευσε πράττειν ὅ τι δοκοῦσι χρήσιμον εἶναι· πολλὰς δʼ ἀφορμὰς αὐτοῖς λείπεσθαι, τὸ ἔθνος ἐρρωμένον καὶ τὴν δύναμιν καὶ τὰ ἐν τοῖς γαζοφυλακίοις χρήματα· αὐτῇ μὲν γὰρ μικρὸν ἔτι μέλειν τῶν πραγμάτων ὡς ἂν ὑπολείποντος ἤδη τοῦ σώματος.
Ταῦτʼ εἰποῦσα μετʼ οὐ πολὺ ἐτελεύτησεν βασιλεύσασα ἔτη ἐννέα, τὰ δὲ σύμπαντα βιώσασα τρία καὶ ἑβδομήκοντα, γυνὴ τῷ ἀσθενεῖ τοῦ φύλου κατʼ οὐδὲν χρησαμένη· δεινὴ γὰρ εἰς τὸ φίλαρχον ἐν ταῖς μάλιστα γενομένη διήλεγξεν ἔργοις τό τε πρακτικὸν τῆς ἐν αὐτῇ γνώμης καὶ τὸ ἀσύνετον τῶν ἀεὶ πταιόντων περὶ τὰς δυναστείας ἀνδρῶν.
τὸ γὰρ παρὸν κρεῖττον ἀξιοῦσα τοῦ μέλλοντος καὶ πάντα δεύτερα τιθεμένη τοῦ ἐγκρατῶς ἄρχειν, οὔτε καλοῦ οὔτε δικαίου ἕνεκά γε τούτων ἐπεστρέφετο.
εἰς γοῦν τοῦτο τῷ οἴκῳ ἀτυχίας τὰ πράγματα περιέστησεν, ὥσθʼ ἣν μετὰ πλείστων κινδύνων καὶ ταλαιπωρίας περιεκτήσατο δυναστείαν ἐπιθυμίᾳ τῶν μὴ προσηκόντων γυναικὶ χρόνοις οὐ πολλοῖς ὕστερον ἀφαιρεθῆναι, τοῖς μὲν δυσμενῶς ἔχουσιν πρὸς τὸ γένος αὐτῶν τὴν αὐτὴν γνώμην προσθεῖσα, τὴν δὲ ἀρχὴν ἔρημον τῶν προκηδομένων ποιησαμένη.
καὶ ξυμφορῶν δὲ ἐνέπλησε καὶ ταραχῆς ἐξ ὧν ζῶσα ἐπολιτεύσατο καὶ μετὰ τὴν τελευτὴν τὸ βασίλειον· οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἄρξασα ἐν εἰρήνῃ καὶ ἀταραξίᾳ τὸ ἔθνος διεφύλαξεν. τὰ μὲν οὖν περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν τοῦτο εἶχεν τὸ τέλος· ἔρχομαι δὲ λέξων τὰ τοῖς υἱέσιν αὐτῆς συμβεβηκότα Ἀριστοβούλῳ καὶ Ὑρκανῷ μετὰ τὴν ἐκείνης τελευτὴν ἐν τῇ μετὰ ταύτην μου βίβλῳ.