Kitap 12
καὶ ταῦτα μὲν ἐπιστείλας τῷ Λυσίᾳ ὁ βασιλεὺς Ἀντίοχος ἐξήλασεν εἰς τὴν Περσίδα τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ἑβδόμῳ ἔτει, καὶ περαιωσάμενος τὸν Εὐφράτην ἀνέβαινεν πρὸς τοὺς ἄνω σατράπας.
Ὁ δὲ Λυσίας ἐπιλεξάμενος Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τῶν τοῦ βασιλέως, καὶ παραδοὺς αὐτοῖς πεζῆς μὲν δυνάμεως μυριάδας τέσσαρας, ἱππεῖς δὲ ἑπτακισχιλίους, ἐξέπεμψεν ἐπὶ τὴν Ἰουδαίαν. οἱ δὲ ἄχρις Ἐμμαοῦ πόλεως ἐλθόντες ἐπὶ τῇ πεδινῇ καταστρατοπεδεύονται.
προσγίγνονται δʼ αὐτοῖς σύμμαχοι ἀπό τε τῆς Συρίας καὶ τῆς πέριξ χώρας καὶ πολλοὶ τῶν πεφευγότων Ἰουδαίων, ἔτι γε μὴν καὶ τῶν ἐμπόρων τινὲς ὡς ὠνησόμενοι τοὺς αἰχμαλωτισθησομένους, πέδας μὲν κομίζοντες αἷς δήσουσιν τοὺς ληφθησομένους, ἄργυρον δὲ καὶ χρυσὸν τιμὴν αὐτῶν καταθησόμενοι.
τὸ δὲ στρατόπεδον καὶ τὸ πλῆθος τῶν ἐναντίων Ἰούδας κατανοήσας ἔπειθε τοὺς οἰκείους στρατιώτας θαρρεῖν καὶ παρεκελεύετο τὰς ἐλπίδας τῆς νίκης ἔχοντας ἐν τῷ θεῷ τοῦτον ἱκετεύειν τῷ πατρίῳ νόμῳ σάκκους περιθεμένους, καὶ τὸ σύνηθες αὐτῷ σχῆμα τῆς ἱκεσίας παρὰ τοὺς μεγάλους κινδύνους ἐπιδείξαντας τούτῳ δυσωπῆσαι παρασχεῖν αὐτοῖς τὸ κατὰ τῶν ἐχθρῶν κράτος.
διατάξας δὲ τὸν ἀρχαῖον αὐτοὺς τρόπον καὶ πάτριον κατὰ χιλιάρχους καὶ ταξιάρχους καὶ τοὺς νεογάμους ἀπολύσας καὶ τοὺς τὰς κτήσεις νεωστὶ πεποιημένους, ὅπως μὴ διὰ τὴν τούτων ἀπόλαυσιν φιλοζωοῦντες ἀτολμότερον μάχωνται, καταστὰς τοιούτοις παρώρμα λόγοις πρὸς τὸν ἀγῶνα τοὺς αὐτοῦ στρατιώτας·
καιρὸς μὲν οὖν ὑμῖν οὐκ ἄλλος ἀναγκαιότερος τοῦ παρόντος, ὦ ἑταῖροι, εἰς εὐψυχίαν καὶ κινδύνων καταφρόνησιν καταλείπεται· νῦν γὰρ ἔστιν ἀνδρείως ἀγωνισαμένοις τὴν ἐλευθερίαν ἀπολαβεῖν, ἣν καὶ διʼ αὐτὴν ἅπασιν ἀγαπητὴν οὖσαν ὑμῖν ὑπὲρ ἐξουσίας τοῦ θρησκεύειν τὸ θεῖον ποθεινοτέραν εἶναι συμβέβηκεν.
ὡς οὖν ἐν τῷ παρόντι κειμένων ὑμῖν ταύτην τε ἀπολαβεῖν καὶ τὸν εὐδαίμονα καὶ μακάριον βίον ἀνακτήσασθαι, οὗτος δʼ ἦν ὁ κατὰ τοὺς νόμους καὶ τὴν πάτριον συνήθειαν, ἢ τὰ αἴσχιστα παθεῖν καὶ μηδὲ σπέρμα τοῦ γένους ὑμῶν ὑπολειφθῆναι κακῶν ἐν τῇ μάχῃ γενομένων,
οὕτως ἀγωνίζεσθε, τὸ μὲν ἀποθανεῖν καὶ μὴ πολεμοῦσιν ὑπάρξον ἡγούμενοι, τὸ δʼ ὑπὲρ τηλικούτων ἐπάθλων, ἐλευθερίας πατρίδος νόμων εὐσεβείας, αἰώνιον τὴν εὔκλειαν κατασκευάσειν πεπιστευκότες· ἑτοιμάζεσθε τοιγαροῦν οὕτως τὰς ψυχὰς ὡς αὔριον ἅμʼ ἡμέρᾳ συμβαλοῦντες τοῖς πολεμίοις.
Καὶ ὁ μὲν Ἰούδας ταῦτα παραθαρσύνων τὴν στρατιὰν ἔλεξεν. τῶν δὲ πολεμίων πεμψάντων Γοργίαν μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων, ὅπως διὰ τῆς νυκτὸς ἐπιπέσῃ τῷ Ἰούδᾳ, καὶ πρὸς τοῦτο ὁδηγοὺς ἔχοντος αὐτοῦ τινας τῶν πεφευγότων Ἰουδαίων, αἰσθόμενος ὁ τοῦ Ματταθίου παῖς ἔγνω καὶ αὐτὸς τοῖς ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπεσεῖν καὶ ταῦτα διῃρημένης αὐτῶν τῆς δυνάμεως.
καθʼ ὥραν οὖν δειπνοποιησάμενος καὶ πολλὰ πυρὰ καταλιπὼν ἐπὶ τοῦ στρατοπέδου διʼ ὅλης ὥδευε τῆς νυκτὸς ἐπὶ τοὺς ἐν Ἐμμαοῖ τῶν πολεμίων. οὐχ εὑρὼν δʼ ἐν τῷ στρατοπέδῳ τοὺς ἐχθροὺς ὁ Γοργίας, ἀλλʼ ὑπονοήσας ἀναχωρήσαντας αὐτοὺς ἐν τοῖς ὄρεσι κεκρύφθαι, πορευθεὶς ἔγνω ζητεῖν, ὅπου ποτʼ εἶεν.
περὶ δὲ τὸν ὄρθρον ἐπιφαίνεται τοῖς ἐν Ἐμμαοῖ πολεμίοις ὁ Ἰούδας μετὰ τρισχιλίων φαύλως ὡπλισμένων διὰ πενίαν, καὶ θεασάμενος τοὺς ἐχθροὺς ἄριστα πεφραγμένους καὶ μετʼ ἐμπειρίας πολλῆς ἐστρατοπεδευμένους, προτρεψάμενος τοὺς ἰδίους, ὡς καὶ γυμνοῖς τοῖς σώμασιν μάχεσθαι δεῖ καὶ τὸ θεῖον ἤδη που καὶ τοῖς οὕτως ἔχουσιν τὸ κατὰ τῶν πλειόνων καὶ ὡπλισμένων κράτος ἔδωκεν ἀγασάμενον αὐτοὺς τῆς εὐψυχίας, ἐκέλευσε σημῆναι τοὺς σαλπιγκτάς.
ἔπειτʼ ἐμπεσὼν ἀπροσδοκήτοις τοῖς πολεμίοις καὶ ἐκπλήξας αὐτῶν τὴν διάνοιαν καὶ ταράξας πολλοὺς μὲν ἀπέκτεινεν ἀνθισταμένους, τοὺς δὲ λοιποὺς διώκων ἦλθεν ἄχρι Γαζάρων καὶ τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας· ἔπεσόν τε αὐτῶν ὡς περὶ τρισχιλίους.
Ἰούδας δὲ τῶν μὲν σκύλων παρεκελεύετο μὴ ἐπιθυμεῖν τοὺς αὐτοῦ στρατιώτας· ἔτι γὰρ αὐτοῖς ἀγῶνά τινα καὶ μάχην εἶναι πρὸς Γοργίαν καὶ τὴν σὺν αὐτῷ δύναμιν· κρατήσαντας δὲ καὶ τούτων τότε σκυλεύσειν ἐπʼ ἀδείας ἔλεγεν τοῦτο μόνον ἔχοντας καὶ μηδὲν ἕτερον ἐκδεχομένους.
ἔτι δὲ αὐτοῦ διαλεγομένου ταῦτα πρὸς τοὺς στρατιώτας ὑπερκύψαντες οἱ τοῦ Γοργίου τὴν μὲν στρατιὰν ἣν ἐν τῇ παρεμβολῇ κατέλιπον ὁρῶσιν τετραμμένην, τὸ δὲ στρατόπεδον ἐμπεπρησμένον· ὁ γὰρ καπνὸς αὐτοῖς πόρρωθεν οὖσιν τοῦ συμβεβηκότος δήλωσιν ἔφερεν.
ὡς οὖν ταῦθʼ οὕτως ἔχοντα ἔμαθον οἱ σὺν Γοργίᾳ καὶ τοὺς μετὰ Ἰούδου πρὸς παράταξιν ἑτοίμους κατενόησαν, καὶ αὐτοὶ δείσαντες εἰς φυγὴν ἐτράπησαν.
ὁ δὲ Ἰούδας ὡς ἀμαχητὶ τῶν μετὰ Γοργίου στρατιωτῶν ἡττημένων ὑποστρέψας ἀνῃρεῖτο τὰ σκῦλα, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον καὶ πορφύραν καὶ ὑάκινθον λαβὼν εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων καὶ ὑμνῶν τὸν θεὸν ἐπὶ τοῖς κατωρθωμένοις· οὐ μικρὰ γὰρ αὐτοῖς ἡ νίκη πρὸς τὴν ἐλευθερίαν συνεβάλλετο.
Λυσίας δὲ συγχυθεὶς ἐπὶ τῇ τῶν ἐκπεμφθέντων ἥττῃ τῷ ἐχομένῳ ἔτει μυριάδας ἀνδρῶν ἐπιλέκτων ἀθροίσας ἓξ καὶ πεντακισχιλίους λαβὼν ἱππεῖς ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν, καὶ ἀναβὰς εἰς τὴν ὀρεινὴν ἐν Βεθσούροις κώμῃ τῆς Ἰουδαίας ἐστρατοπεδεύσατο.
ἀπήντησε δὲ μετὰ μυρίων Ἰούδας, καὶ τὸ πλῆθος ἰδὼν τῶν πολεμίων σύμμαχον ἐπʼ αὐτῷ γενέσθαι τὸν θεὸν εὐξάμενος, συμβαλὼν τοῖς προδρόμοις τῶν πολεμίων νικᾷ τούτους καὶ φονεύσας αὐτῶν ὡς πεντακισχιλίους τοῖς λοιποῖς ἦν ἐπίφοβος.
ἀμέλει κατανοήσας ὁ Λυσίας τὸ φρόνημα τῶν Ἰουδαίων, ὡς ἕτοιμοι τελευτᾶν εἰσιν, εἰ μὴ ζήσουσιν ἐλεύθεροι, καὶ δείσας αὐτῶν τὴν ἀπόγνωσιν ὡς ἰσχύν, ἀναλαβὼν τὴν λοιπὴν δύναμιν ὑπέστρεψεν εἰς Ἀντιόχειαν καὶ διέτριβεν ἐκεῖ ξενολογῶν καὶ παρασκευαζόμενος μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν.
Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν ὁ Ἰούδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς ὁ θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν.
ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ἱεροσόλυμα τὸν ναὸν ἔρημον εὗρεν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς.
ἐπιλεξάμενος δέ τινας τῶν αὐτοῦ στρατιωτῶν προσέταξε τούτοις ἐκπολεμῆσαι τοὺς τὴν ἄκραν φυλάττοντας, ἄχρι τὸν ναὸν αὐτὸς ἁγνίσειεν. καὶ καθάρας ἐπιμελῶς αὐτὸν εἰσεκόμισε καινὰ σκεύη, λυχνίαν τράπεζαν βωμόν, ἐκ χρυσοῦ πεποιημένα, ἀπήρτησεν δὲ καὶ τὰ ἐμπετάσματα τῶν θυρῶν καὶ τὰς θύρας αὐτὰς ἐπέθηκεν, καθελὼν δὲ καὶ τὸ θυσιαστήριον καινὸν ἐκ λίθων συμμίκτων ᾠκοδόμησεν οὐ λελαξευμένων ὑπὸ σιδήρου.
πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἐξελέου μηνός, ὃν οἱ Μακεδόνες Ἀπελλαῖον καλοῦσιν, ἧψάν τε φῶτα ἐπὶ τῆς λυχνίας καὶ ἐθυμίασαν ἐπὶ τοῦ βωμοῦ καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἐπέθεσαν καὶ ὡλοκαύτησαν ἐπὶ τοῦ καινοῦ θυσιαστηρίου.
ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθʼ ἣν καὶ μετέπεσεν αὐτῶν ἡ ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία· τὸν γὰρ ναὸν ἐρημωθέντα ὑπὸ Ἀντιόχου διαμεῖναι τοιοῦτον ἔτεσι συνέβη τρισίν·
ἔτει γὰρ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ταῦτα περὶ τὸν ναὸν ἐγένετο, πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἀπελλαίου μηνὸς ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ, ἀνενεώθη δὲ κατὰ τὴν αὐτὴν ἡμέραν πέμπτῃ καὶ εἰκοστῇ τοῦ Ἀπελλαίου μηνὸς ὀγδόῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τετάρτῃ.
τὴν δʼ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἐδήλωσεν γάρ, ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν.
Ἑώρταζε δὲ ὁ Ἰούδας μετὰ τῶν πολιτῶν τὴν ἀνάκτησιν τῆς περὶ τὸν ναὸν θυσίας ἐφʼ ἡμέρας ὀκτὼ μηδὲν ἀπολιπὼν ἡδονῆς εἶδος, ἀλλὰ πολυτελέσι μὲν καὶ λαμπραῖς ταῖς θυσίαις κατευωχῶν αὐτούς, ὕμνοις δὲ καὶ ψαλμοῖς τὸν μὲν θεὸν τιμῶν αὐτοὺς δὲ τέρπων.
τοσαύτῃ δʼ ἐχρήσαντο τῇ περὶ τὴν ἀνανέωσιν τῶν ἐθῶν ἡδονῇ μετὰ χρόνον πολὺν ἀπροσδοκήτως ἐν ἐξουσίᾳ γενόμενοι τῆς θρησκείας, ὡς νόμον θεῖναι τοῖς μετʼ αὐτοὺς ἑορτάζειν τὴν ἀνάκτησιν τῶν περὶ τὸν ναὸν ἐφʼ ἡμέρας ὀκτώ.
καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τὴν ἑορτὴν ἄγομεν καλοῦντες αὐτὴν φῶτα ἐκ τοῦ παρʼ ἐλπίδας οἶμαι ταύτην ἡμῖν φανῆναι τὴν ἐξουσίαν τὴν προσηγορίαν θέμενοι τῇ ἑορτῇ.
τειχίσας δʼ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τὰς ἐπιδρομὰς τῶν πολεμίων πύργους οἰκοδομησάμενος ὑψηλοὺς φύλακας ἐν αὐτοῖς ἐγκατέστησεν, καὶ τὴν Βεθσούραν δὲ πόλιν ὠχύρωσεν, ὅπως ἀντὶ φρουρίου αὐτῇ πρὸς τὰς ἀπὸ τῶν πολεμίων ἀνάγκας ἔχῃ χρῆσθαι.
Τούτων οὕτως γενομένων τὰ πέριξ ἔθνη πρὸς τὴν ἀναζωπύρησιν καὶ τὴν ἰσχὺν τῶν Ἰουδαίων χαλεπῶς διακείμενα πολλοὺς ἐπισυνιστάμενα διέφθειρεν ἐνέδραις καὶ ἐπιβουλαῖς αὐτῶν ἐγκρατῆ γιγνόμενα. πρὸς τούτους πολέμους συνεχεῖς ἐκφέρων ὁ Ἰούδας ἐπέχειν αὐτοὺς τῆς καταδρομῆς καὶ ὧν ἐποίουν κακῶς τοὺς Ἰουδαίους ἐπειρᾶτο.
καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν. συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ἰουδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν.
ἔπειτʼ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος. χειρωσάμενος δὲ καὶ τούτους τὴν Ἰαζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν.
μαθόντα δʼ αὐτὸν τὰ γειτονεύοντα τῶν ἐθνῶν ἀνεστροφότα συναθροίζεται εἰς τὴν Γαλαδηνὴν ἐπὶ τοὺς ἐν τοῖς ὅροις αὐτῶν Ἰουδαίους. οἱ δὲ καταφυγόντες εἰς Διάθημα τὸ φρούριον πέμψαντες πρὸς Ἰούδαν ἐδήλουν αὐτῷ, ὅτι λαβεῖν ἐσπούδακεν Τιμόθεος τὸ χωρίον, εἰς ὃ συνεπεφεύγεσαν.
ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας.
Πρὸς οὖν ἀμφοτέρας τὰς τῶν ἠγγελμένων χρείας σκεψάμενος Ἰούδας ὅ τι χρὴ ποιεῖν, Σίμωνα μὲν τὸν ἀδελφὸν προσέταξεν ὡς τρισχιλίους τῶν ἐπιλέκτων λαβόντα τοῖς ἐν Γαλιλαίᾳ βοηθὸν ἐξελθεῖν Ἰουδαίοις.
αὐτὸς δὲ καὶ Ἰωνάθης ὁ ἕτερος ἀδελφὸς μετʼ ὀκτακισχιλίων στρατιωτῶν ὥρμησαν εἰς τὴν Γαλαδῖτιν· κατέλιπεν δʼ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως Ἰώσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ἰουδαίαν καὶ συνάπτειν πόλεμον πρὸς μηδένα, ἕως ἂν αὐτὸς ἐπανέλθῃ.
ὁ μὲν οὖν Σίμων παραγενόμενος εἰς τὴν Γαλιλαίαν καὶ συμβαλὼν τοῖς ἐχθροῖς εἰς φυγὴν αὐτοὺς ἔτρεψεν καὶ μέχρι τῶν πυλῶν τῆς Πτολεμαΐδος διώξας ἀπέκτεινεν αὐτῶν ὡς περὶ τρισχιλίους, καὶ τά τε σκῦλα λαβὼν τῶν ἀνῃρημένων καὶ τοὺς αἰχμαλώτους Ἰουδαίους καὶ τὴν ἀποσκευὴν αὐτῶν ἐπαγόμενος εἰς τὴν οἰκείαν πάλιν ἀνέστρεψεν.
Ἰούδας δὲ ὁ Μακαβαῖος καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωνάθης διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ ὁδὸν ἀπʼ αὐτοῦ τριῶν ἀνύσαντες ἡμερῶν τοῖς Ναβαταίοις εἰρηνικῶς ὑπαντῶσιν περιτυγχάνουσιν.
ὧν διηγησαμένων τὰ περὶ τοὺς ἐν τῇ Γαλάτιδι, ὡς πολλοὶ κακοπαθοῦσιν αὐτῶν ἐν τοῖς φρουρίοις ἀπειλημμένοι καὶ ταῖς πόλεσιν τῆς Γαλάτιδος, καὶ παραινεσάντων αὐτῷ σπεύδειν ἐπὶ τοὺς ἀλλοφύλους καὶ ζητεῖν ἀπʼ αὐτῶν σώζειν τοὺς ὁμοεθνεῖς, πεισθεὶς ὑπέστρεψεν εἰς τὴν ἔρημον, καὶ προσπεσὼν πρώτοις τοῖς τὴν Βοσόραν κατοικοῦσιν καὶ λαβὼν αὐτὴν καταβαλὼν πᾶν τὸ ἄρρεν καὶ μάχεσθαι δυνάμενον διέφθειρεν καὶ τὴν πόλιν ὑφῆψεν.