Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

22 τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες. ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν.
23 ἴσθι μέντοι γε, ὦ βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ· καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ.
24 Ταῦτʼ εἰπόντος τοῦ Ἀρισταίου ἀναβλέψας εἰς αὐτὸν ὁ βασιλεὺς ἱλαρῷ καὶ γεγηθότι τῷ προσώπῳ πόσας, εἶπεν, ὑπολαμβάνεις τῶν ἀπολυθησομένων ἔσεσθαι μυριάδας; ὑποτυχόντος δὲ Ἀνδρέου, παρειστήκει γάρ, καὶ φήσαντος ὀλίγῳ πλείονας ἔσεσθαι τῶν ἕνδεκα μυριάδων ἦ μικρὰν ἄρα εἶπεν, ἡμᾶς, Ἀρισταῖε, δωρεὰν αἰτεῖς. Σωσιβίου δὲ καὶ τῶν παρόντων φησάντων,
25 ὡς ἄξιον αὐτὸν δέοι τῆς αὐτοῦ μεγαλοψυχίας τῷ παρεσχηκότι τὴν βασιλείαν θεῷ ποιήσασθαι χαριστήριον, διαχυθεὶς ὑπʼ αὐτῶν ἐκέλευσεν, ὅταν τοῖς στρατιώταις ἀποδιδῶσιν τὸ μισθοφορικόν, καὶ ὑπὲρ ἑκάστου τῶν παρʼ αὐτοῖς αἰχμαλώτων καταβαλεῖν δραχμὰς ἑκατὸν εἴκοσι.
26 καὶ περὶ ὧν ἠξίουν προθεῖναι γράμματα ὑπέσχετο μεγαλοπρεπῶς τε ἔχοντα καὶ τὴν Ἀρισταίου προαίρεσιν βεβαιοῦντα καὶ πρὸ ταύτης τὴν τοῦ θεοῦ βούλησιν, καθʼ ἣν οὐ μόνον τοὺς ὑπὸ τοῦ πατρὸς ἀχθέντας αὐτοῦ καὶ τῆς ἐκείνου στρατιᾶς ἀπολύσειν ἔλεγεν, ἀλλὰ καὶ τοὺς προϋπάρχοντας ἐν τῇ βασιλείᾳ καὶ εἴ τινες αὖθις ἐπεισήχθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi