Kitap 12
ὁ δὲ στὰς εἰς μέσον ηὔχετο τῷ βασιλεῖ τὰ ἀγαθὰ καὶ τοῖς ἀρχομένοις ὑπʼ αὐτοῦ, εἶτα κρότος ἐξ ἁπάντων μετὰ χαρᾶς καὶ βοῆς ἤρθη καὶ παυσάμενοι πρὸς εὐωχίαν καὶ τὴν ἀπόλαυσιν τῶν παρεσκευασμένων ἐτράπησαν.
διαλιπὼν δʼ ὁ βασιλεὺς ἐφʼ ὅσον ἔδοξεν ἀποχρῶντα καιρὸν εἶναι φιλοσοφεῖν ἤρξατο καὶ ἕκαστον αὐτῶν λόγους ἐπηρώτα φυσικούς, καὶ πρὸς τὴν τῶν ζητουμένων θεωρίαν ἀκριβῶς ἐκείνων περὶ παντὸς οὑτινοσοῦν λέγειν αὐτοῖς προβληθείη διασαφούντων, ἡδόμενος τούτοις ἐφʼ ἡμέρας δώδεκα τὸ συμπόσιον ἐποιήσατο,
ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, ὃ συνέγραψεν διὰ ταῦτα.
Θαυμάζοντος δʼ αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτʼ εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζητοῦντες.
γεγενῆσθαι δʼ αὐτῷ τὰ μέγιστα τῶν ἀγαθῶν ὁ βασιλεὺς ἔλεγεν ἤδη παρόντων αὐτῶν· ὠφελῆσθαι γὰρ παρʼ αὐτῶν μεμαθηκότα, πῶς δεῖ βασιλεύειν· κελεύει τε αὐτοῖς ἀνὰ τρία δοθῆναι τάλαντα καὶ τοὺς ἀποκαταστήσοντας ἐπὶ τὴν κατάλυσιν.
διελθουσῶν δὲ τριῶν ἡμερῶν παραλαβὼν αὐτοὺς ὁ Δημήτριος καὶ διελθὼν τὸ ἑπταστάδιον χῶμα τῆς θαλάσσης πρὸς τὴν νῆσον καὶ διαβὰς πρὸς τὴν γέφυραν, προελθὼν ἐπὶ τὰ βόρεια μέρη συνέδριον ἐποιήσατο ἐν τῷ παρὰ τὴν ᾐόνα κατεσκευασμένῳ οἴκῳ πρὸς διάσκεψιν πραγμάτων ἠρεμίας καλῶς ἔχοντι.
ἀγαγὼν οὖν αὐτοὺς ἐκεῖ παρεκάλει πάντων, ὧν ἂν δεηθεῖεν εἰς τὴν ἑρμηνείαν τοῦ νόμου, παρόντων ἀκωλύτως ἐπιτελεῖν τὸ ἔργον. οἱ δʼ ὡς ἔνι μάλιστα φιλοτίμως καὶ φιλοπόνως ἀκριβῆ τὴν ἑρμηνείαν ποιούμενοι μέχρι μὲν ὥρας ἐνάτης πρὸς τούτῳ διετέλουν ὄντες,
ἔπειτʼ ἐπὶ τὴν τοῦ σώματος ἀπηλλάττοντο θεραπείαν ἀφθόνως αὐτοῖς τῶν πρὸς τὴν δίαιταν χορηγουμένων καὶ προσέτι τοῦ Δωροθέου πολλὰ καὶ τῶν παρασκευαζομένων τῷ βασιλεῖ, προσέταξε γάρ, αὐτοῖς παρέχοντος.
πρωῒ δὲ πρὸς τὴν αὐλὴν παραγινόμενοι καὶ τὸν Πτολεμαῖον ἀσπαζόμενοι πάλιν ἐπὶ τὸν αὐτὸν ἀπῄεσαν τόπον καὶ τῇ θαλάσσῃ τὰς χεῖρας ἀπονιπτόμενοι καὶ καθαίροντες αὑτοὺς οὕτως ἐπὶ τὴν τῶν νόμων ἑρμηνείαν ἐτρέποντο.
Μεταγραφέντος δὲ τοῦ νόμου καὶ τοῦ κατὰ τὴν ἑρμηνείαν ἔργου τέλος ἐν ἡμέραις ἑβδομήκοντα καὶ δυσὶν λαβόντος, συναγαγὼν ὁ Δημήτριος τοὺς Ἰουδαίους ἅπαντας εἰς τὸν τόπον, ἔνθα καὶ μετεβλήθησαν οἱ νόμοι, παρόντων καὶ τῶν ἑρμηνέων ἀνέγνω τούτους.
τὸ δὲ πλῆθος ἀπεδέξατο μὲν καὶ τοὺς διασαφήσαντας πρεσβυτέρους τὸν νόμον, ἐπῄνεσεν δὲ καὶ τὸν Δημήτριον τῆς ἐπινοίας ὡς μεγάλων ἀγαθῶν αὐτοῖς εὑρετὴν γεγενημένον, παρεκάλεσάν τε δοῦναι καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀναγνῶναι τὸν νόμον, ἠξίωσάν τε πάντες ὅ τε ἱερεὺς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τοῦ πολιτεύματος οἱ προεστηκότες, ἐπεὶ καλῶς τὰ τῆς ἑρμηνείας ἀπήρτισται, καὶ διαμεῖναι ταῦθʼ, ὡς ἔχοι, καὶ μὴ μετακινεῖν αὐτά.
ἁπάντων δʼ ἐπαινεσάντων τὴν γνώμην ἐκέλευσαν, εἴ τις ἢ περισσόν τι προσγεγραμμένον ὁρᾷ τῷ νόμῳ ἢ λεῖπον, πάλιν ἐπισκοποῦντα τοῦτο καὶ ποιοῦντα φανερὸν διορθοῦν, σωφρόνως τοῦτο πράττοντες, ἵνα τὸ κριθὲν ἅπαξ ἔχειν καλῶς εἰς ἀεὶ διαμένῃ.
Ἐχάρη μὲν οὖν ὁ βασιλεὺς καὶ ἐπὶ τούτῳ τὴν αὐτοῦ προαίρεσιν εἴς τι χρήσιμον ὁρῶν τετελειωμένην, μάλιστα ὡς δὲ τῶν νόμων ἀναγνωσθέντων αὐτῷ καὶ τὴν διάνοιαν καὶ τὴν σοφίαν ἐξεπλάγη τοῦ νομοθέτου καὶ πρὸς τὸν Δημήτριον ἤρξατο ποιεῖσθαι λόγους, πῶς οὕτως θαυμαστῆς οὔσης τῆς νομοθεσίας οὐδεὶς οὔτε τῶν ἱστορικῶν αὐτῆς οὔτε τῶν ποιητῶν ἐπεμνήσθη.
ὁ δὲ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι καὶ σεμνὴν ἔφασκεν, καὶ ὅτι βλαβεῖεν ἤδη τινὲς τούτοις ἐγχειρήσαντες ὑπὸ τοῦ θεοῦ,
δηλῶν ὡς Θεόπομπός τε βουληθεὶς ἱστορῆσαί τι περὶ τούτων ἐταράχθη τὴν διάνοιαν πλείοσιν ἢ τριάκοντα ἡμέραις καὶ παρὰ τὰς ἀνέσεις ἐξιλάσκετο τὸν θεόν, ἐντεῦθεν αὐτῷ γενέσθαι τὴν παραφροσύνην ὑπονοῶν· οὐ μὴν ἀλλὰ καὶ ὄναρ εἶδεν ὅτι τοῦτʼ αὐτῷ συμβαίη περιεργαζομένῳ τὰ θεῖα καὶ ταῦτʼ ἐκφέρειν εἰς κοινοὺς ἀνθρώπους θελήσαντι·
καὶ ἀποσχόμενος κατέστη τὴν διάνοιαν. ἐδήλου δὲ καὶ περὶ Θεοδέκτου τοῦ τῶν τραγῳδιῶν ποιητοῦ ἀναφέρεσθαι, ὅτι βουληθεὶς ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βύβλῳ γεγραμμένων μνησθῆναι τὰς ὄψεις γλαυκωθείη καὶ συνιδὼν τὴν αἰτίαν ἀπαλλαγείη τοῦ πάθους ἐξευμενισάμενος τὸν θεόν.
Παραλαβὼν δʼ ὁ βασιλεὺς ταῦτα παρὰ τοῦ Δημητρίου, καθὼς προείρηται, προσκυνήσας αὐτοῖς ἐκέλευσε πολλὴν ποιεῖσθαι τῶν βιβλίων τὴν ἐπιμέλειαν, ἵνα διαμείνῃ ταῦτα καθαρῶς, τούς τε ἑρμηνεύσαντας παρεκάλεσεν συνεχῶς πρὸς αὐτὸν ἐκ τῆς Ἰουδαίας παραγίγνεσθαι·
τοῦτο γὰρ αὐτοῖς καὶ πρὸς τιμὴν τὴν παρʼ αὐτοῦ καὶ πρὸς τὰς ἀπὸ τῶν δώρων ὠφελείας λυσιτελήσειν· νῦν μὲν γὰρ εἶναι δίκαιον αὐτοὺς ἐκπέμπειν ἔλεγεν, ἑκουσίως δὲ πρὸς αὐτὸν ἐλθόντας τεύξεσθαι πάντων, ὧν ἥ τε αὐτῶν ἐστιν σοφία δικαία τυχεῖν καὶ ἡ ἐκείνου μεγαλοφροσύνη παρασχεῖν ἱκανή.
τότε μὲν οὖν ἐξέπεμψεν αὐτοὺς δοὺς ἑκάστῳ στολὰς ἀρίστας τρεῖς καὶ χρυσοῦ τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τὴν τοῦ συμποσίου στρωμνήν.
καὶ ταῦτα μὲν ἐκείνοις ἔχειν ἐδωρήσατο. τῷ δʼ ἀρχιερεῖ Ἐλεαζάρῳ διʼ αὐτῶν ἔπεμψεν κλίνας ἀργυρόποδας δέκα καὶ τὴν ἀκόλουθον αὐτῶν ἐπισκευὴν καὶ κυλίκιον ταλάντων τριάκοντα, πρὸς τούτοις δὲ καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνης ὀθόνης ἱστοὺς ἑκατόν, ἔτι γε μὴν φιάλας καὶ τρύβλια καὶ σπονδεῖα καὶ κρατῆρας χρυσοῦς πρὸς ἀνάθεσιν δύο.
παρεκάλεσεν δʼ αὐτὸν καὶ διὰ τῶν ἐπιστολῶν, ὅπως εἰ τῶν ἀνδρῶν τούτων θελήσειάν τινες πρὸς αὐτὸν ἐλθεῖν ἐπιτρέψῃ, περὶ πολλοῦ ποιούμενος τὴν μετὰ τῶν ἐν παιδείᾳ τυγχανόντων συνουσίαν καὶ τὸν πλοῦτον εἰς τοὺς τοιούτους ἡδέως ἔχων κατατίθεσθαι. καὶ τὰ μὲν εἰς δόξαν καὶ τιμὴν Ἰουδαίοις τοιαῦτα παρὰ Πτολεμαίου τοῦ Φιλαδέλφου συνέβη γενέσθαι.
Ἔτυχον δὲ καὶ τῆς παρὰ τῶν βασιλέων τῆς Ἀσίας τιμῆς, ἐπειδὴ συνεστράτευσαν αὐτοῖς· καὶ γὰρ Σέλευκος ὁ Νικάτωρ ἐν αἷς ἔκτισεν πόλεσιν ἐν τῇ Ἀσίᾳ καὶ τῇ κάτω Συρίᾳ καὶ ἐν αὐτῇ τῇ μητροπόλει Ἀντιοχείᾳ πολιτείας αὐτοὺς ἠξίωσεν καὶ τοῖς ἐνοικισθεῖσιν ἰσοτίμους ἀπέφηνεν Μακεδόσιν καὶ Ἕλλησιν, ὡς τὴν πολιτείαν ταύτην ἔτι καὶ νῦν διαμένειν·
τεκμήριον δὲ τοῦτο· τοὺς Ἰουδαίους μὴ βουλομένους ἀλλοφύλῳ ἐλαίῳ χρῆσθαι λαμβάνειν ὡρισμένον τι παρὰ τῶν γυμνασιάρχων εἰς ἐλαίου τιμὴν ἀργύριον ἐκέλευσεν. ὃ τοῦ δήμου τῶν Ἀντιοχέων ἐν τῷ νῦν πολέμῳ λῦσαι προαιρουμένου Μουκιανὸς ἡγεμὼν ὢν τότε τῆς Συρίας ἐτήρησεν,
καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ἰουδαίοις, οὐκ ἐπέτυχον.
ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δʼ ἐσχάτου πολεμοῦντες ὑπέμειναν,
οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν,
ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων.
Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν· τῶν γὰρ Ἰώνων κινηθέντων ἐπʼ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος ὁ Σελεύκου υἱωνὸς ὁ παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος,
μόνοι μετέλθωσιν, ἀξιούντων δʼ, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ· ὁ γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι.
τὸ δʼ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τοῦ Νικολάου τὴν ἑκατοστὴν καὶ εἰκοστὴν καὶ τρίτην καὶ τετάρτην. περὶ μὲν οὖν τῶν ὑπʼ Ἀγρίππου κριθέντων οὐκ ἔστιν ἴσως θαυμάζειν· οὐ γὰρ ἐπολέμει τότε Ῥωμαίοις τὸ ἡμέτερον ἔθνος·
Οὐεσπασιανοῦ δʼ ἄν τις καὶ Τίτου τὴν μεγαλοφροσύνην εἰκότως ἐκπλαγείη μετὰ πολέμους καὶ τηλικούτους ἀγῶνας οὓς ἔσχον πρὸς ἡμᾶς μετριοπαθησάντων. ἐπανάξω δὲ τὸν λόγον ὅθεν ἐπὶ ταῦτʼ ἐξέβην.
Τοὺς γὰρ Ἰουδαίους ἐπʼ Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουμένης καὶ τοὺς τὴν κοίλην Συρίαν νεμομένους.
πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλοπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτολεμαῖον ἐπικληθέντα δὲ Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος καὶ πταίοντος ταὐτὰ πάσχειν, ὥστʼ οὐδὲν ἀπέλειπον χειμαζομένης νεὼς καὶ πονουμένης ὑπὸ τοῦ κλύδωνος ἑκατέρωθεν μεταξὺ τῆς εὐπραγίας τῆς Ἀντιόχου καὶ τῆς ἐπὶ θάτερον αὐτοῦ τροπῆς τῶν πραγμάτων κείμενοι.
νικήσας μέντοι τὸν Πτολεμαῖον ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τελευτήσαντος δὲ τοῦ Φιλοπάτορος ὁ παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύναμιν καὶ στρατηγὸν Σκόπαν ἐπὶ τοὺς ἐν τῇ κοίλῃ Συρίᾳ, ὃς πολλάς τε αὐτῶν πόλεις ἔλαβεν καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ αὐτῷ προσέθετο.
μετʼ οὐ πολὺ δὲ τὸν Σκόπαν Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατιᾶς διέφθειρεν.
ὕστερον δʼ Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκόπας κατεσχήκει, καὶ τὴν Σαμάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο οἱ Ἰουδαῖοι καὶ τῇ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τῇ τε στρατιᾷ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ Σκόπα καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν.
ὁ οὖν Ἀντίοχος δίκαιον ἡγησάμενος τὴν τῶν Ἰουδαίων πρὸς αὐτὸν σπουδὴν καὶ φιλοτιμίαν ἀμείψασθαι γράφει τοῖς τε στρατηγοῖς αὐτοῦ καὶ τοῖς φίλοις μαρτυρῶν τοῖς Ἰουδαίοις ὑπὲρ ὧν εὖ πάθοι πρὸς αὐτῶν καὶ τὰς δωρεὰς ἃς ὑπὲρ τούτων διέγνω παρασχεῖν αὐτοῖς ἐμφανίζων.
παραθήσομαι δὲ τὰς ἐπιστολὰς τὰς τοῖς στρατηγοῖς περὶ αὐτῶν γραφείσας προδιελθών, ὡς μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος. λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ,
ὡς τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος, μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες, ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.
καὶ Πολύβιος μὲν ταῦτα ἱστόρησεν. ἡμεῖς δʼ ἐπανάξομεν τὸν λόγον ἐπὶ τὴν διήγησιν παραθέμενοι πρῶτον τὰς ἐπιστολὰς τοῦ βασιλέως Ἀντιόχου.