Kitap 12
arg
ὡς Σίμων ὁ ἀδελφὸς αὐτοῦ στρατευσάμενος ἐπὶ Τυρίους καὶ Πτολεμαεῖς ἐκράτησεν αὐτῶν.
arg
Λυσίου στρατεία τοῦ Ἀντιόχου στρατηγοῦ ἐπὶ Ἰουδαίους καὶ ἧττα.
arg
ὡς Ἀντίοχος ὁ Ἐπιφανὴς ἐτελεύτησεν ἐν Πέρσαις.
arg
ὡς Ἀντίοχος ὁ ἐπικληθεὶς Εὐπάτωρ στρατευσάμενος ἐπὶ Ἰουδαίους μετὰ Λυσίου καὶ νικήσας ἐπολιόρκει Ἰούδαν εἰς τὸ ἱερὸν ἐγκλείσας.
arg
ὅτι πολλοῦ χρόνου τῇ πολιορκίᾳ τριβομένου φιλίαν ποιησάμενος πρὸς Ἰούδαν εὐπρεπῶς ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας Ἀντίοχος.
arg
ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα.
arg
ὡς Νικάνωρ μετὰ τὸν Βακχίδην πεμφθεὶς στρατηγὸς ἀπώλετο σὺν τῇ στρατιᾷ αὐτοῦ.
arg
ὅτι πάλιν ἐπὶ τὴν Ἰουδαίαν Βακχίδης ἐκπεμφθεὶς ἐνίκησεν.
arg
ὡς Ἰούδας διεφθάρη μαχόμενος.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρο.
1
Ἀλέξανδρος μὲν οὖν ὁ τῶν Μακεδόνων βασιλεὺς καταλύσας τὴν Περσῶν ἡγεμονίαν καὶ τὰ κατὰ τὴν Ἰουδαίαν τὸν προειρημένον καταστησάμενος τρόπον τελευτᾷ τὸν βίον.
2
μεταπεσούσης δʼ εἰς πολλοὺς τῆς ἀρχῆς Ἀντίγονος μὲν τῆς Ἀσίας ἐπικρατεῖ, Σέλευκος δὲ Βαβυλῶνος καὶ τῶν κεῖθι ἐθνῶν, Λυσίμαχός τε τὸν Ἑλλήσποντον διεῖπεν, τὴν δὲ Μακεδονίαν εἶχεν Κάσσανδρος, Πτολεμαῖος δὲ ὁ Λάγου τὴν Αἴγυπτον εἰλήφει.
3
στασιαζόντων δὲ τούτων καὶ πρὸς ἀλλήλους φιλοτιμουμένων ὑπὲρ τῆς ἰδίας ἀρχῆς πολέμους τε συνεχεῖς καὶ μακροὺς συνέβη γίγνεσθαι καὶ τὰς πόλεις κακοπαθεῖν καὶ πολλοὺς ἐν τοῖς ἀγῶσιν ἀποβάλλειν τῶν οἰκητόρων, ὡς καὶ τὴν Συρίαν ἅπασαν ὑπὸ Πτολεμαίου τοῦ Λάγου τότε Σωτῆρος χρηματίζοντος τἀναντία παθεῖν αὐτοῦ τῇ ἐπικλήσει.