Kitap 12
85
Ταῦτα μὲν τὰ πεμφθέντα εἰς Ἱεροσόλυμα ὑπὸ Πτολεμαίου ἀναθήματα. ὁ δʼ ἀρχιερεὺς Ἐλεάζαρος ἀναθεὶς αὐτὰ καὶ τιμήσας τοὺς κομίσαντας καὶ δῶρα τῷ βασιλεῖ δοὺς κομίζειν ἀπέλυσε πρὸς τὸν βασιλέα.
86
παραγενομένων δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀκούσας Πτολεμαῖος τὴν παρουσίαν αὐτῶν καὶ τοὺς ἑβδομήκοντα τῶν πρεσβυτέρων ἐληλυθότας, εὐθὺς μεταπέμπεται τὸν Ἀνδρέαν καὶ τὸν Ἀρισταῖον τοὺς πρέσβεις. οἱ δʼ ἀφικόμενοι τάς τε ἐπιστολάς, ἃς ἐκόμιζον αὐτῷ παρὰ τοῦ ἀρχιερέως, ἀπέδοσαν καὶ ὅσα φράζειν ἀπὸ λόγων ὑπέθετο ταῦτα ἐδήλωσαν.
87
σπεύδων δʼ ἐντυχεῖν τοῖς ἀπὸ τῶν Ἱεροσολύμων πρεσβύταις ἥκουσιν ἐπὶ τὴν ἑρμηνείαν τῶν νόμων, τοὺς μὲν ἄλλους οὓς χρειῶν ἕνεκα παρεῖναι συνέβαινεν ἐκέλευσεν ἀπολῦσαι, παράδοξον τοῦτο ποιῶν καὶ παρὰ τὸ ἔθος·
88
οἱ μὲν γὰρ ὑπὸ τοιούτων αἰτιῶν ἀχθέντες διὰ πέμπτης ἡμέρας αὐτῷ προσῄεσαν, οἱ δὲ πρεσβεύοντες διὰ μηνός· τότε τοίνυν ἀπολύσας ἐκείνους τοὺς πεμφθέντας ὑπὸ Ἐλεαζάρου περιέμενεν.
89
ὡς δὲ παρῆλθον μετὰ καὶ τῶν δώρων οἱ γέροντες, ἃ τῷ βασιλεῖ κομίσαι ὁ ἀρχιερεὺς αὐτοῖς ἔδωκεν, καὶ τῶν διφθερῶν, αἷς ἐγγεγραμμένους εἶχον τοὺς νόμους χρυσοῖς γράμμασιν, ἐπηρώτησεν αὐτοὺς περὶ τῶν βιβλίων.
90
ὡς δʼ ἀποκαλύψαντες τῶν ἐνειλημάτων ἐπέδειξαν αὐτῷ, θαυμάσας ὁ βασιλεὺς τῆς ἰσχνότητος τοὺς ὑμένας καὶ τῆς συμβολῆς τὸ ἀνεπίγνωστον, οὕτως γὰρ ἥρμοστο, καὶ τοῦτο ποιήσας χρόνῳ πλείονι χάριν ἔχειν εἶπεν αὐτοῖς τε ἐλθοῦσιν καὶ μείζονα τῷ πέμψαντι, πρὸ δὲ πάντων τῷ θεῷ, οὗ τοὺς νόμους εἶναι συμβέβηκεν.