Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 12

47 τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς καὶ τὴν τῆς αὐλῆς πίστιν εἶναι δυναμένων ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν.
48 βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι, καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ.
49 καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφʼ ἑκάστης φυλῆς ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν ἀκριβῆ ποιήσασθαι· νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι.
50 ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον ἐμοὶ τιμιωτάτους, διʼ ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δʼ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν θέλῃς ποιήσεις κεχαρισμένα.
51 Τῆς οὖν ἐπιστολῆς τοῦ βασιλέως κομισθείσης πρὸς τὸν Ἐλεάζαρον ἀντιγράφει πρὸς αὐτὴν ὡς ἐνῆν μάλιστα φιλοτίμως. ἀρχιερεὺς Ἐλεάζαρος βασιλεῖ Πτολεμαίῳ χαίρειν. ἐρρωμένων σοῦ τε καὶ τῆς βασιλίσσης Ἀρσινόης καὶ τῶν τέκνων καλῶς ἡμῖν ἔχει πάντα.
52 τὴν δʼ ἐπιστολὴν λαβόντες μεγάλως ἥσθημεν ἐπὶ τῇ προαιρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτὴν ἐμφανίζοντες αὐτῷ ἣν ἔχεις πρὸς τὸν θεὸν εὐσέβειαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi