Kitap 12
ἐπιγενομένης δὲ νυκτὸς οὐδʼ οὕτως ἐπέσχεν, ἀλλʼ ὁδεύσας διʼ αὐτῆς ἐπὶ τὸ φρούριον, ἔνθα τοὺς Ἰουδαίους ἐγκεκλεῖσθαι συνέβαινεν περικαθεζομένου τὸ χωρίον Τιμοθέου μετὰ τῆς δυνάμεως, ἕωθεν ἐπʼ αὐτὸ παραγίνεται.
καὶ καταλαβὼν ἤδη τοῖς τείχεσι προσβεβληκότας τοὺς πολεμίους καὶ τοὺς μὲν κλίμακας, ὥστε ἀναβαίνειν ἐπʼ αὐτά, τοὺς δὲ μηχανήματα προσφέροντας, κελεύσας τὸν σαλπικτὴν σημῆναι καὶ παρορμήσας τοὺς στρατιώτας ὑπὲρ ἀδελφῶν καὶ συγγενῶν διακινδυνεῦσαι προθύμως, εἰς τρία διελὼν τὸν στρατὸν ἐπιπίπτει κατὰ νώτου τοῖς πολεμίοις.
οἱ δὲ περὶ τὸν Τιμόθεον αἰσθόμενοι, ὅτι Μακαβαῖος εἴη, πεῖραν ἤδη καὶ πρότερον αὐτοῦ τῆς ἀνδρείας καὶ τῆς ἐν τοῖς πολέμοις εὐτυχίας εἰληφότες φυγῇ χρῶνται· ἐφεπόμενος δὲ μετὰ τοῦ στρατεύματος ὁ Ἰούδας ἀναιρεῖ μὲν αὐτῶν ὡς ὀκτακισχιλίους,
ἀπονεύσας δʼ εἰς Μελλὰ πόλιν οὕτως λεγομένην τῶν ἀλλοφύλων λαμβάνει καὶ ταύτην καὶ τοὺς μὲν ἄρρενας ἅπαντας ἀποκτείνει, τὴν δὲ πόλιν αὐτὴν ἐμπίπρησιν. ἄρας δʼ ἐκεῖθεν τήν τε Χασφομάκη καὶ Βοσὸρ καὶ πολλὰς ἄλλας πόλεις τῆς Γαλάτιδος καταστρέφεται.
Χρόνῳ δʼ ὕστερον οὐ πολλῷ Τιμόθεος δύναμιν μεγάλην παρασκευασάμενος καὶ συμμάχους ἄλλους τε παραλαβὼν καὶ Ἀράβων τινὰς μισθῷ πείσας αὐτῷ συστρατεύειν ἧκεν ἄγων τὴν στρατιὰν πέραν τοῦ χειμάρρου Ῥομφῶν ἄντικρυς· πόλις δʼ ἦν αὕτη·
καὶ παρεκελεύετο τοὺς στρατιώτας, εἰ συμβάλοιεν εἰς μάχην τοῖς Ἰουδαίοις, προθύμως ἀγωνίζεσθαι καὶ κωλύειν αὐτοὺς διαβαίνειν τὸν χείμαρρον· διαβάντων γὰρ ἧτταν αὐτοῖς προύλεγεν.
Ἰούδας δʼ ἀκούσας παρεσκευάσθαι τὸν Τιμόθεον πρὸς μάχην ἀναλαβὼν ἅπασαν τὴν οἰκείαν δύναμιν ἔσπευδεν ἐπὶ τὸν πολέμιον, καὶ περαιωσάμενος τὸν χείμαρρον ἐπιπίπτει τοῖς ἐχθροῖς καὶ τοὺς μὲν αὐτῶν ὑπαντιάζοντας ἀνῄρει, τοὺς δʼ εἰς δέος ἐμβαλὼν ῥίψαντας τὰ ὅπλα φεύγειν ἠνάγκασεν.
καὶ τινὲς μὲν αὐτῶν διέδρασαν, οἱ δʼ εἰς τὸ καλούμενον ἐγκρανὰς τέμενος συμφυγόντες ἤλπισαν τεύξεσθαι σωτηρίας. Ἰούδας δὲ τὴν πόλιν καταλαβόμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὸ τέμενος ἐνέπρησεν ποικίλῃ χρησάμενος ἰδέᾳ τῆς ἀπωλείας τῶν πολεμίων.
Ταῦτα διαπραξάμενος καὶ συναγαγὼν τοὺς ἐν τῇ Γαλάτιδι Ἰουδαίους μετὰ τέκνων καὶ γυναικῶν καὶ τῆς ὑπαρχούσης αὐτοῖς ἀποσκευῆς οἷός τε ἦν εἰς τὴν Ἰουδαίαν ἐπαναγαγεῖν.
ὡς δʼ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην καὶ οὔτε ἄλλην αὐτῷ τραπομένῳ βαδίζειν δυνατὸν ἦν οὔτε ἀναστρέφειν ἤθελεν, πέμψας πρὸς τοὺς ἐν αὐτῇ παρεκάλει τὰς πύλας ἀνοίξαντας ἐπιτρέπειν αὐτῷ διὰ τῆς πόλεως ἀπελθεῖν· τάς τε γὰρ πύλας λίθοις ἐμπεφράκεσαν καὶ τὴν διέξοδον ἀπετέμοντο.
μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθʼ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ διʼ ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν· τοσοῦτον δʼ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπʼ αὐτῶν βαδίζειν τῶν νεκρῶν.
διαβάντες δὲ τὸν Ἰορδάνην ἧκον εἰς τὸ μέγα πεδίον, οὗ κεῖται κατὰ πρόσωπον πόλις Βεθσάνη καλουμένη πρὸς Ἑλλήνων Σκυθόπολις.
κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ἰουδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας· οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ἰουδαίων ἀπέθανεν.
Ἰώσηπος δὲ ὁ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς ὁ Ἰούδας καθʼ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ ὁ Ἰούδας καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπʼ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν.
Γοργίου δὲ τοῦ τῆς Ἰαμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ἰουδαίας ὅρων διώκονται.
συνέβη δʼ αὐτοῖς τὸ πταῖσμα τοῦτο παρακούσασιν ὧν αὐτοῖς Ἰούδας ἐπέστειλεν, μὴ συμβαλεῖν εἰς μάχην μηδενὶ πρὸ τῆς ἐκείνου παρουσίας· πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ στρατηγήμασιν καὶ τὸ κατὰ τοὺς περὶ τὸν Ἰώσηπον καὶ τὸν Ἀζαρίαν πταῖσμα θαυμάσειεν ἄν τις, ὃ συνῆκεν εἰ παρακινήσουσίν τι τῶν ἐπεσταλμένων αὐτοῖς ἐσόμενον.
ὁ δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλʼ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν. πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ἰουδαίαν ὑπέστρεψαν.
Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ βασιλεὺς Ἀντίοχος τὴν ἄνω χώραν ἐπερχόμενος ἀκούει πόλιν ἐν τῇ Περσίδι πλούτῳ διαφέρουσαν Ἐλυμαΐδα τοὔνομα καὶ πολυτελὲς ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ καὶ παντοδαπῶν ἀναθημάτων πλῆρες εἶναι ἔτι γε μὴν ὅπλα καὶ θώρακας, ἃ καταλιπεῖν ἐπυνθάνετο τὸν υἱὸν τὸν Φιλίππου βασιλέα δὲ Μακεδόνων Ἀλέξανδρον.
κινηθεὶς οὖν ὑπὸ τούτων ὥρμησεν ἐπὶ τὴν Ἐλυμαΐδα καὶ προσβαλὼν αὐτὴν ἐπολιόρκει. τῶν δʼ ἐν αὐτῇ μὴ καταπλαγέντων τὴν ἔφοδον αὐτοῦ μηδὲ τὴν πολιορκίαν, ἀλλὰ καρτερῶς ἀντισχόντων ἀποκρούεται τῆς ἐλπίδος· ἀπωσάμενοι γὰρ ἀπὸ τῆς πόλεως καὶ ἐπεξελθόντες ἐδίωξαν, ὥστʼ αὐτὸν ἐλθεῖν εἰς Βαβυλῶνα φεύγοντα καὶ πολλοὺς ἀποβαλόντα τῆς στρατιᾶς.
λυπουμένῳ δʼ ἐπὶ τῇ διαμαρτίᾳ ταύτῃ προσαγγέλλουσίν τινες καὶ τὴν τῶν στρατηγῶν ἧτταν, οὓς πολεμήσοντας τοῖς Ἰουδαίοις καταλελοίπει, καὶ τὴν ἰσχὺν ἤδη τὴν τῶν Ἰουδαίων.
προσγενομένης οὖν καὶ τῆς περὶ τούτων φροντίδος τῇ προτέρᾳ συγχυθεὶς ὑπὸ ἀθυμίας εἰς νόσον κατέπεσεν, ἧς μηκυνομένης καὶ αὐξανόντων τῶν παθῶν συνείς, ὅτι μέλλοι τελευτᾶν, συγκαλεῖ τοὺς φίλους καὶ τήν τε νόσον αὐτοῖς χαλεπὴν οὖσαν ἐμήνυε καὶ ὅτι ταῦτα πάσχει κακώσας τὸ τῶν Ἰουδαίων ἔθνος παρεδήλου συλήσας τὸν ναὸν καὶ τοῦ θεοῦ καταφρονήσας, καὶ ταῦτα λέγων ἐξέπνευσεν.
ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι· τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον.
εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφʼ ἡμῶν ἀληθῆ νομιζόντων.
Ὁ δʼ Ἀντίοχος πρὶν ἢ τελευτᾶν καλέσας Φίλιππον ἕνα τῶν ἑταίρων τῆς βασιλείας αὐτὸν ἐπίτροπον καθίστησιν, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν καὶ τὸν δακτύλιον Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ ταῦτα ἐκέλευσε κομίσαντα δοῦναι, δεηθεὶς προνοῆσαι τῆς ἀνατροφῆς αὐτοῦ καὶ τηρῆσαι τὴν βασιλείαν ἐκείνῳ.
ἀπέθανεν δὲ Ἀντίοχος ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει. Λυσίας δὲ τὸν θάνατον αὐτοῦ δηλώσας τῷ πλήθει τὸν υἱὸν αὐτοῦ Ἀντίοχον, αὐτὸς γὰρ εἶχεν τὴν ἐπιμέλειαν, ἀποδείκνυσι βασιλέα καλέσας αὐτὸν Εὐπάτορα.
Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὶ καὶ φυγάδες τῶν Ἰουδαίων πολλὰ τοὺς Ἰουδαίους εἰργάσαντο· τοὺς γὰρ ἀναβαίνοντας εἰς τὸ ἱερὸν καὶ θῦσαι βουλομένους ἐξαίφνης ἐκτρέχοντες οἱ φρουροὶ διέφθειραν· ἐπέκειτο γὰρ τῷ ἱερῷ ἡ ἄκρα.
τούτων οὖν συμβαινόντων αὐτοῖς Ἰούδας ἐξελεῖν διέγνω τὴν φρουράν, καὶ συναγαγὼν τὸν λαὸν ἅπαντα τοὺς ἐν τῇ ἄκρᾳ καρτερῶς ἐπολιόρκει. ἔτος ἦν τοῦτο τῆς ἀρχῆς τοῖς ἀπὸ Σελεύκου ἑκατοστὸν καὶ πεντηκοστόν. κατασκευάσας οὖν μηχανήματα καὶ χώματα ἐγείρας φιλοπόνως προσέκειτο τῇ τῆς ἄκρας αἱρέσει.
πολλοὶ δὲ τῶν ἐν αὐτῇ φυγάδων νύκτωρ ἐξελθόντες εἰς τὴν χώραν καί τινας τῶν ὁμοίων καὶ ἀσεβῶν συναγαγόντες ἧκον πρὸς Ἀντίοχον τὸν βασιλέα, οὐκ ἀξιοῦντες ἑαυτοὺς ὑπερορᾶσθαι δεινὰ πάσχοντας ὑπὸ τῶν ὁμοφύλων καὶ ταῦθʼ ὑπομένοντας διὰ τὸν πατέρα αὐτοῦ, τὴν μὲν πάτριον αὐτῶν καταλύσαντας θρησκείαν, ἣν δὲ προσέταξεν ταύτης ἀντιποιουμένους·
κινδυνεύειν οὖν ὑπὸ Ἰούδου καὶ τῶν σὺν αὐτῷ τὴν ἀκρόπολιν αἱρεθῆναι καὶ τοὺς φρουροὺς τοὺς ὑπὸ τοῦ βασιλέως κατασταθέντας, εἰ μή τις παρʼ αὐτοῦ βοήθεια πεμφθείη.
ταῦτʼ ἀκούσας ὁ παῖς Ἀντίοχος ὠργίσθη καὶ τοὺς ἡγεμόνας καὶ φίλους μεταπεμψάμενος ἐκέλευσε μισθοφόρους συναγαγεῖν καὶ ἐκ τῆς βασιλείας τοὺς στρατεύσιμον ἡλικίαν ἔχοντας. καὶ συνήχθη στρατὸς πεζῶν μὲν ὡσεὶ δέκα μυριάδες, ἱππεῖς δὲ δισμύριοι, ἐλέφαντες δὲ δύο καὶ τριάκοντα.
Ταύτην οὖν ἀναλαβὼν τὴν δύναμιν ἐξώρμησεν ἐκ τῆς Ἀντιοχείας μετὰ Λυσίου πάσης τῆς στρατιᾶς ἔχοντος τὴν ἡγεμονίαν. καὶ παραγενόμενος εἰς τὴν Ἰδουμαίαν ἐκεῖθεν εἰς Βηθσοῦραν ἀναβαίνει πόλιν σφόδρα ἐχυρὰν καὶ δυσάλωτον καὶ περικαθίσας ἐπολιόρκει τὴν πόλιν.
ἰσχυρῶς δὲ ἀντεχόντων τῶν Βηθσουραίων καὶ τὴν παρασκευὴν αὐτοῦ τῶν μηχανημάτων ἐμπρησάντων, ἐπεξῆλθον γὰρ αὐτῷ, χρόνος ἐτρίβετο πολὺς περὶ τὴν πολιορκίαν.
Ἰούδας δὲ τὴν ἔφοδον τοῦ βασιλέως ἀκούσας ἀφίσταται μὲν τοῦ τὴν ἄκραν πολιορκεῖν, ἀπαντήσας δὲ τῷ βασιλεῖ βάλλεται στρατόπεδον ἐπὶ τῶν στενῶν ἔν τινι τόπῳ Βεθζαχαρίᾳ λεγομένῳ σταδίους ἀπέχοντι τῶν πολεμίων ἑβδομήκοντα.
ὁ δὲ βασιλεὺς ὁρμήσας ἀπὸ τῆς Βεθσούρας ἤγαγε τὴν δύναμιν ἐπὶ τὰ στενὰ καὶ τὸ τοῦ Ἰούδα στρατόπεδον, ἅμʼ ἡμέρᾳ δὲ πρὸς μάχην διέτασσε τὴν στρατιάν.
τοὺς μὲν οὖν ἐλέφαντας ἐποίησεν ἀλλήλοις ἕπεσθαι διὰ τὴν στενοχωρίαν οὐ δυναμένων αὐτῶν ἐπὶ πλάτος τετάχθαι, εἰς δὲ κύκλον ἐλέφαντος ἑκάστου συμπροῇσαν πεζοὶ μὲν χίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· ἔφερον δὲ οἱ ἐλέφαντες πύργους τε ὑψηλοὺς καὶ τοξότας· τὴν δὲ λοιπὴν δύναμιν ἑκατέρωθεν ἐποίησεν ἀναβαίνειν ἐπὶ τὰ ὄρη φίλους αὐτῆς προτάξας.
κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπʼ αὐτῶν ἀφίεσθαι λαμπράν· συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν ὁ Ἰούδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ.
Ἐλεάζαρος δʼ ὁ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπʼ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπʼ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα.
ὁ δʼ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν.
Ὁ δὲ Ἰούδας ὁρῶν τὴν τῶν πολεμίων ἰσχὺν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πρὸς πολιορκίαν παρεσκευάζετο· Ἀντίοχος δὲ τὸ μέν τι τῆς στρατιᾶς εἰς Βεθσοῦραν ἔπεμψεν πολεμήσων αὐτήν, τῷ δὲ λοιπῷ τῆς δυνάμεως αὐτὸς ἧκεν εἰς Ἱεροσόλυμα.
οἱ μὲν οὖν Βεθσουρῖται τὴν ἰσχὺν καταπλαγέντες καὶ σπανίζοντα βλέποντες τὰ ἐπιτήδεια παραδιδόασιν ἑαυτοὺς ὅρκους λαβόντες ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν ὑπὸ τοῦ βασιλέως. Ἀντίοχος δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν αὐτοὺς οὐδὲν διέθηκεν, μόνον δὲ γυμνοὺς ἐξέβαλεν, φρουρὰν δὲ κατέστησεν ἰδίαν ἐν τῇ πόλει.