Kitap 11
μεταπεμφθέντας οὖν τοὺς βασιλικοὺς γραμματεῖς ἐκέλευσε γράφειν τοῖς ἔθνεσι περὶ τῶν Ἰουδαίων τοῖς τε οἰκονόμοις καὶ ἄρχουσιν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν ἡγουμένοις. τὰ δὲ γραφέντα τοῦτον ἔχει τὸν τρόπον·
βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. πολλοὶ διὰ μέγεθος εὐεργεσίας καὶ τιμῆς, ἣν διʼ ὑπερβολὴν χρηστότητος τῶν παρεχόντων ἐκαρποῦντο, οὐκ εἰς τοὺς ὑποδεεστέρους μόνον ἐξυβρίζουσιν,
ἀλλʼ οὐδʼ αὐτοὺς ἀδικεῖν ὤκνησαν τοὺς εὐεργετοῦντας τὸ εὐχάριστον ἐξ ἀνθρώπων ἀναιροῦντες, καὶ διʼ ἀπειροκαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν κόρον εἰς τοὺς αἰτίους ἀφέντες λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην.
ἔνιοι δὲ ἐκ τούτων προστασίαν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων καὶ μῖσος ἴδιον ἔχοντες πρός τινας, παραλογισάμενοι τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἔπεισαν κατὰ μηδὲν ἀδικούντων ὀργὴν ἀναλαβεῖν, ὑφʼ ἧς ἐκινδύνευσαν ἀπολέσθαι.
τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρχαιοτέρων οὐδʼ ἀκοῇ γνωρίμων ἡμῖν οὕτως ἰδεῖν ἔστιν ἔχον, ἀλλʼ ἐκ τῶν παρὰ τὰς ἡμετέρας ὄψεις τετολμημένων, ὡς διαβολαῖς μὲν καὶ κατηγορίαις μὴ προσέχειν ἔτι τοῦ λοιποῦ μηδʼ οἷς ἕτεροι πείθειν ἐπιχειροῦσιν, κρίνειν δʼ ὅσα τις αὐτὸς οἶδεν πεπραγμένα, καὶ κολάζειν μὲν ἂν ᾖ τοιαῦτα, χαρίζεσθαι δʼ ἂν ἑτέρως ἔχῃ, τοῖς ἔργοις αὐτοῖς ἀλλὰ μὴ τοῖς λέγουσι προστιθέμενον.
ὡς μὲν Ἀμάνης, Ἀμαδάθου μὲν παῖς Ἀμαληκίτης δὲ τὸ γένος, ἀλλότριος ὢν τοῦ Περσῶν αἵματος, ἐπιξενωθεὶς ἡμῖν ἀπέλαυσεν τῆς πρὸς ἅπαντας χρηστότητος ἐπὶ τοσοῦτον, ὡς πατέρα μου τὸ λοιπὸν προσαγορεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθʼ ἡμᾶς τὰ δεύτερα τῆς βασιλικῆς παρὰ πάντων τιμῆς ἀποφέρεσθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν οὐδὲ σώφρονι λογισμῷ τὸ μέγεθος τῶν ἀγαθῶν ἐταμίευσεν,
ἀλλὰ τῆς βασιλείας ἐπεβούλευσέ με καὶ τῆς ψυχῆς τὸν αἴτιον αὐτῷ τῆς ἐξουσίας ἀφελέσθαι, τὸν εὐεργέτην μου καὶ σωτῆρα Μαρδοχαῖον καὶ τὴν κοινωνὸν ἡμῖν τοῦ τε βίου καὶ τῆς ἀρχῆς Ἐσθῆρα κακούργως καὶ μετὰ ἀπάτης πρὸς ἀπώλειαν αἰτησάμενος· τούτῳ γάρ με τῷ τρόπῳ τῶν εὐνοούντων ἐρημώσας ἐβούλετο τὴν ἀρχὴν εἰς ἄλλους μεταβαλεῖν.
ἐγὼ δὲ τοὺς ὑπὸ τοῦ ἀλιτηρίου πρὸς ἀπώλειαν ἐκδοθέντας Ἰουδαίους οὐ πονηροὺς κατανοήσας, ἀλλὰ τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τῷ θεῷ προσανέχοντας, ὃς ἐμοί τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν διεφύλαξεν, οὐ μόνον ἀπολύω τῆς ἐκ τῶν προαπεσταλμένων τιμωρίας, οἷς ποιήσετε καλῶς μὴ προσέχοντες,
ἀλλὰ καὶ τιμῆς αὐτοὺς ἁπάσης τυγχάνειν βούλομαι, καὶ τὸν ταῦτα κατʼ αὐτῶν μηχανησάμενον πρὸ τῶν πυλῶν τῶν ἐν Σούσοις ἀνεσταύρωσα μετὰ τῆς γενεᾶς, τοῦ πάντα ἐφορῶντος θεοῦ ταύτην αὐτῷ τὴν δίκην ἐπιβαλόντος.
κελεύω δὲ ὑμᾶς τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετʼ εἰρήνης καὶ βοηθεῖν αὐτοῖς, ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ·
ταύτην γὰρ αὐτοῖς ὁ θεὸς ἀντὶ ὀλεθρίας σωτήριον πεποίηκεν. ἔστι δʼ ἀγαθὴ τοῖς εὐνοοῦσιν ἡμῖν ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάντων κολάσεως.
εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, ἐὰν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθʼ ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν.
Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. ὁ δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ.
χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι.
καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθʼ ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν.
οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους· ὁ γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν.
τοῦ δὲ γράμματος τοῦ βασιλικοῦ διὰ πάσης τῆς ὑπʼ αὐτὸν χώρας γενομένου συνέπεσεν ὥστε καὶ τοὺς ἐν Σούσοις Ἰουδαίους ἀποκτεῖναι τῶν ἐχθρῶν περὶ πεντακοσίους.
τοῦ δὲ βασιλέως τῶν ἀπολωλότων δηλώσαντος τὸν ἀριθμὸν Ἐσθήρᾳ καὶ περὶ τῶν ἐπὶ τῆς χώρας τί ποτʼ εἴη γεγονὸς διαποροῦντος καὶ τί πρὸς τούτοις ἔτʼ αὐτοῦ γενέσθαι βούλεται πυνθανομένου, πραχθήσεσθαι γάρ, παρεκάλεσεν ἐπιτραπῆναι τοῖς Ἰουδαίοις καὶ τὴν ἐπιοῦσαν ἡμέραν οὕτως χρήσασθαι τοῖς ὑπολειπομένοις τῶν ἐχθρῶν καὶ τοὺς δέκα τοὺς Ἀμάνου παῖδας ἀνασταυρῶσαι.
καὶ τοῦτο μὲν προσέταξε τοῖς Ἰουδαίοις ὁ βασιλεὺς μηδὲν ἀντιλέγειν Ἐσθῆρι δυνάμενος· οἱ δὲ πάλιν συστραφέντες τῇ τετράδι καὶ δεκάτῃ τοῦ Δύστρου μηνὸς ἀπέκτειναν τῶν ἐναντίων ὡς τριακοσίους, καὶ οὐδενὸς τῶν ἐκείνοις ὑπαρχόντων ἥψαντο κτημάτων.
ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν.
ὁμοίως δὲ καὶ οἱ ἐν Σούσοις Ἰουδαῖοι τὴν τετράδα καὶ δεκάτην καὶ τὴν ἐχομένην τοῦ αὐτοῦ μηνὸς συναθροισθέντες εὐωχήθησαν. ὅθεν καὶ νῦν οἱ ἐν τῇ οἰκουμένῃ Ἰουδαῖοι πάντες τὰς ἡμέρας ταύτας ἑορτάζουσιν διαπεμπόμενοι μερίδας ἀλλήλοις.
ἔγραψεν δὲ Μαρδοχαῖος τοῖς ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ ζῶσιν Ἰουδαίοις ταύτας παραφυλάσσειν τὰς ἡμέρας καὶ ἑορτὴν ἄγειν αὐτὰς καὶ τοῖς ἐκγόνοις παραδοῦναι τοῦ πρὸς πάντα διαμεῖναι τὸν χρόνον τὴν ἑορτὴν ἕνεκα καὶ μὴ λήθῃ παραπολέσθαι·
μελλήσαντας γὰρ αὐτοὺς ἐν ταύταις διαφθείρεσθαι ταῖς ἡμέραις ὑπὸ Ἀμάνου δίκαια ποιήσειν, εἰ διαφυγόντες μὲν ἐν αὐταῖς τὸν κίνδυνον τοὺς δʼ ἐχθροὺς τιμωρησάμενοι παρατηρήσουσιν αὐτὰς εὐχαριστοῦντες τῷ θεῷ.
διὰ ταῦτα μὲν οἱ Ἰουδαῖοι τὰς προειρημένας ἡμέρας ἑορτάζουσιν προσαγορεύσαντες αὐτὰς φρουρέας. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἦν καὶ λαμπρὸς παρὰ τῷ βασιλεῖ καὶ συνδιεῖπεν αὐτῷ τὴν ἀρχὴν ἀπολαύων ἅμα καὶ τῆς κοινωνίας τοῦ βίου τῇ βασιλίσσῃ.
ἦν δὲ καὶ τοῖς Ἰουδαίοις τὰ πράγματα διʼ αὐτοὺς ἀμείνω πάσης ἐλπίδος. καὶ τὰ μὲν τούτοις βασιλεύοντος Ἀρταξέρξου συμβάντα τοῦτον εἶχεν τὸν τρόπον.
Ἀποθανόντος δὲ τοῦ ἀρχιερέως Ἐλεασίβου τὴν ἀρχιερωσύνην Ἰώδας ὁ παῖς αὐτοῦ διεδέξατο. τελευτήσαντος δὲ καὶ τούτου τὴν τιμὴν Ἰωάννης υἱὸς ὢν αὐτοῦ παρέλαβεν, διʼ ὃν καὶ Βαγώσης ὁ στρατηγὸς τοῦ ἄλλου Ἀρταξέρξου τὸν ναὸν ἐμίανεν καὶ φόρους ἐπέταξε τοῖς Ἰουδαίοις, πρὶν τὰς καθημερινὰς ἐπιφέρειν θυσίας ὑπὲρ ἀρνὸς ἑκάστου τελεῖν αὐτοὺς δημοσίᾳ δραχμὰς πεντήκοντα.
τούτου δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι· ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς· τούτῳ φίλῳ τυγχάνοντι ὁ Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν.
ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστʼ αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατʼ ἀδελφοῦ τὸν Ἰωάννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρʼ Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι.
τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ ὁ λαὸς διʼ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ὁ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ ὁ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν· ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι.
πειρωμένου δʼ αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ; καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν.
Καταστρέψαντος δὲ τοῦ Ἰωάννου τὸν βίον διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰαδδοῦς. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς ὄνομα, ᾧ Σαναβαλλέτης ὁ πεμφθεὶς εἰς Σαμάρειαν ὑπὸ Δαρείου τοῦ τελευταίου βασιλέως σατράπης Χουθαῖος τὸ γένος, ἐξ ὧν καὶ οἱ Σαμαρεῖς εἰσιν,
εἰδὼς λαμπρὰν οὖσαν τὴν πόλιν Ἱεροσόλυμα καὶ πολλὰ τοῖς Ἀσσυρίοις καὶ τοῖς ἐν τῇ κοίλῃ Συρίᾳ κατοικοῦσιν τοὺς ἐν αὐτῇ βασιλεῖς πράγματα παρασχόντας, ἀσμένως συνῴκισεν τὴν αὐτοῦ θυγατέρα Νικασὼ καλουμένην, οἰόμενος τὴν ἐπιγαμίαν ὅμηρον αὐτῷ γενήσεσθαι πρὸς τὴν ἀπὸ τοῦ τῶν Ἰουδαίων ἔθνους παντὸς εὔνοιαν.
Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς ἐν Αἰγαῖς ὑπὸ Παυσανίου τοῦ Κεράστου ἐκ δὲ τοῦ τῶν Ὀρεστῶν γένους δολοφονηθεὶς ἀπέθανεν.
παραλαβὼν δʼ ὁ παῖς αὐτοῦ τὴν βασιλείαν Ἀλέξανδρος καὶ διαβὰς τὸν Ἑλλήσποντον, νικᾷ μὲν τοὺς Δαρείου στρατηγοὺς ἐπὶ Γρανίκῳ συμβαλὼν αὐτοῖς, ἐπελθὼν δὲ τὴν Λυδίαν καὶ τὴν Ἰωνίαν δουλωσάμενος καὶ τὴν Καρίαν ἐπιδραμὼν τοῖς ἐν Παμφυλίᾳ τόποις ἐπέβαλεν, καθὼς ἐν ἄλλοις δεδήλωται.
Οἱ δὲ τῶν Ἱεροσολυμιτῶν πρεσβύτεροι δεινοπαθοῦντες ἐπὶ τῷ τὸν Ἰαδδοῦ τοῦ ἀρχιερέως ἀδελφὸν ἀλλοφύλῳ συνοικοῦντα μετέχειν τῆς ἀρχιερωσύνης ἐστασίαζον πρὸς αὐτόν·
ἡγοῦντο γὰρ τὸν τούτου γάμον ἐπιβάθραν τοῖς παρανομεῖν περὶ τὰς τῶν γυναικῶν συνοικήσεις βουλησομένοις γενέσθαι καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους αὐτοῖς κοινωνίας ἀρχὴν τοῦτο ἔσεσθαι.
ὑπάρξαι μέντοι καὶ τῆς προτέρας αἰχμαλωσίας αὐτοῖς καὶ τῶν κακῶν αἴτιον τὸ περὶ τοὺς γάμους πλημμελῆσαί τινας καὶ ἀγαγέσθαι γυναῖκας οὐκ ἐπιχωρίας. ἐκέλευον οὖν τὸν Μανασσῆν διαζεύγνυσθαι τῆς γυναικὸς ἢ μὴ προσιέναι τῷ θυσιαστηρίῳ.
τοῦ δʼ ἀρχιερέως τῷ λαῷ συναγανακτοῦντος καὶ εἴργοντος τὸν ἀδελφὸν τοῦ βωμοῦ, παραγενόμενος ὁ Μανασσῆς πρὸς τὸν πενθερὸν Σαναβαλλέτην στέργειν μὲν ἔλεγεν αὐτοῦ τὴν θυγατέρα Νικασώ, τῆς μέντοι γε ἱερατικῆς τιμῆς μεγίστης οὔσης ἐν τῷ ἔθνει καὶ τῷ γένει παραμενούσης οὐ βούλεσθαι διʼ αὐτὴν στέρεσθαι.
τοῦ δὲ Σαναβαλλέτου μὴ μόνον τηρήσειν αὐτῷ τὴν ἱερωσύνην, ἀλλὰ καὶ τὴν ἀρχιερατικὴν παρέξειν δύναμιν καὶ τιμὴν ὑπισχνουμένου καὶ πάντων ἀποδείξειν ὧν αὐτὸς ἐπῆρχεν τόπων ἡγεμόνα βουλόμενον συνοικεῖν αὐτοῦ τῇ θυγατρί, καὶ λέγοντος οἰκοδομήσειν ναὸν ὅμοιον ὄντα τῷ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τοῦ Γαριζεὶν ὄρους, ὃ τῶν κατὰ τὴν Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον,
καὶ ταῦτα ποιήσειν ἐπαγγελλομένου μετὰ τῆς Δαρείου γνώμης τοῦ βασιλέως, ἐπαρθεὶς ταῖς ὑποσχέσεσιν ὁ Μανασσῆς παρέμενεν τῷ Σαναβαλλέτῃ τὴν ἀρχιερωσύνην οἰόμενος ἕξειν Δαρείου δόντος· καὶ γὰρ συνέβαινεν τὸν Σαναβαλλέτην ἤδη πρεσβύτερον εἶναι.