Kitap 11
καὶ τροφῇ καὶ ποτῷ καὶ τοῖς ἡδέσιν ἀποταξαμένη τρισὶν ἡμέραις ᾔτει τὸν θεὸν ἐλεηθῆναι μὲν αὐτήν, δόξαι δʼ ὀφθεῖσαν τῷ βασιλεῖ πιθανὴν μὲν τοὺς λόγους παρακαλοῦσαν τὸ δὲ εἶδος εὐπρεπεστέραν τῆς τάχιον οὖσαν,
ἵνʼ ἀμφοτέροις καὶ πρὸς τὴν παραίτησιν ὀργῆς, εἴ τι παροξυνθείη πρὸς αὐτὴν ὁ βασιλεύς, χρήσαιτο καὶ πρὸς τὴν συνηγορίαν τῶν ὁμοεθνῶν ἐν τοῖς ἐσχάτοις σαλευόντων, μῖσός τε γενέσθαι τῷ βασιλεῖ πρὸς τοὺς ἐχθροὺς τῶν Ἰουδαίων καὶ τὴν ἀπώλειαν αὐτοῖς τὴν μέλλουσαν, ἐὰν ὀλιγωρηθῶσιν ὑπʼ αὐτοῦ, κατασκευάσοντας.
Ταῦθʼ ἱκετεύουσα τὸν θεὸν ἐπὶ τρεῖς ἡμέρας ἀποδύεται μὲν τὴν ἐσθῆτα ἐκείνην καὶ τὸ σχῆμα μεταβάλλει, κοσμησαμένη δʼ ὡς ἐχρῆν τὴν βασίλισσαν σὺν δυσὶν θεραπαίναις, ὧν ἡ μὲν ἐπερειδομένην αὐτὴν κούφως ἔφερεν, ἡ δὲ ἑπομένη τὸ βαθὺ τοῦ ἐνδύματος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει τοῖς δακτύλοις, ἥκει πρὸς τὸν βασιλέα, μεστὴ μὲν τὸ πρόσωπον ἐρυθήματος, προσηνὲς δὲ καὶ σεμνὸν ἐπικειμένη τὸ κάλλος.
εἰσῄει δὲ πρὸς αὐτὸν μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ καθεζομένου ἐπὶ τοῦ θρόνου γίνεται τὸν βασιλικὸν περικειμένου κόσμον, οὗτος δʼ ἦν ἐκ ποικίλης μὲν ἐσθῆτος,
χρυσοῦ δὲ καὶ λίθου πολυτελοῦς, φοβερώτερον καὶ διʼ αὐτὰ μᾶλλον θεασαμένη καί τι κἀκείνου προσιδόντος αὐτὴν ἀπηνέστερον καὶ διακεκαυμένῳ ὑπὸ τῆς ὀργῆς τῷ προσώπῳ, πάρεσις αὐτὴν εὐθὺς λαμβάνει καὶ τοῖς παρὰ πλευρὸν οὖσιν ἀχανὴς ἐπέπεσεν.
ὁ δὲ βασιλεὺς κατὰ βούλησιν οἶμαι τοῦ θεοῦ τὴν διάνοιαν μετέβαλεν καὶ δείσας περὶ τῇ γυναικί, μὴ καὶ πάθῃ τι τῶν χειρόνων ὑπὸ τοῦ φόβου,
ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενός τε καὶ προσομιλῶν ἡδέως καὶ θαρρεῖν παρακαλῶν καὶ μηδὲν ὑποπτεύειν σκυθρωπόν, ὅτι πρὸς αὐτὸν ἄκλητος ἔλθοι· τὸν γὰρ νόμον τοῦτον πρὸς τοὺς ὑπηκόους κεῖσθαι, τὴν δὲ ὁμοίως αὐτῷ βασιλεύουσαν πᾶσαν ἔχειν ἄδειαν.
ταῦτα λέγων τὸ σκῆπτρον αὐτῆς ἐνετίθει τῇ χειρὶ καὶ τὴν ῥάβδον ἐξέτεινεν ἐπὶ τὸν αὐχένα αὐτῆς διὰ τὸν νόμον εὐλαβείας αὐτὴν ἀπολύων.
ἡ δʼ ὑπὸ τούτων ἀναζωπυρήσασα, δέσποτʼ, εἶπεν, οὐκ ἔχω σοι τὸ αἰφνίδιον τοῦ συμβεβηκότος μοι ῥᾳδίως εἰπεῖν· ὡς γὰρ εἶδόν σε μέγαν καὶ καλὸν καὶ φοβερόν, εὐθὺς ὑπεχώρει μου τὸ πνεῦμα καὶ κατελειπόμην ὑπὸ τῆς ψυχῆς.
μόλις δʼ αὐτῆς καὶ ταῦτα φθεγγομένης καὶ μετὰ ἀσθενείας αὐτόν τε ἀγωνία καὶ ταραχὴ κατελάμβανεν καὶ τὴν Ἐσθῆρʼ εὐψυχεῖν καὶ τὰ κρείττω προσδοκᾶν παρεθάρρυνεν, ὡς αὐτοῦ καὶ τὰ ἡμίση τῆς βασιλείας, εἰ δέοιτο τούτων, παραχωρήσοντος αὐτῇ.
ἡ δὲ Ἐσθήρα ἐφʼ ἑστίασιν αὐτὸν μετὰ Ἀμάνου τοῦ φίλου πρὸς αὐτὴν ἐλθεῖν ἠξίωσεν· παρεσκευακέναι γὰρ αὐτὴν δεῖπνον ἔλεγεν. ὡς δʼ ἐπένευσεν καὶ παρῆσαν, μεταξὺ πίνων τὴν Ἐσθῆρα ἐκέλευσε δηλοῦν αὐτῷ, τί βούλεται·
μηδενὸς γὰρ ἀτυχήσειν, μηδʼ ἂν τὸ μέρος τῆς βασιλείας ἐθελήσῃ λαβεῖν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλλετο φράζειν αὐτῷ τὴν αὐτῆς βούλησιν, εἰ πάλιν ἔλθοι πρὸς αὐτὴν μετὰ Ἀμάνου ἐφʼ ἑστίασιν.
Τοῦ δὲ βασιλέως ὑποσχομένου ὁ Ἀμάνης ἐξῆλθεν περιχαρὴς ἐπὶ τῷ μόνον ἠξιῶσθαι συνδειπνεῖν τῷ βασιλεῖ παρὰ τῇ Ἐσθήρᾳ, καὶ ὅτι μηδεὶς τοσαύτης ἄλλος τυγχάνει παρὰ τοῖς βασιλεῦσι τιμῆς. ἰδὼν δʼ ἐν τῇ αὐλῇ Μαρδοχαῖον ὑπερηγανάκτησεν· οὐδὲν γὰρ αὐτῷ παρʼ αὐτοῦ θεασαμένου πρὸς τιμὴν ἐγένετο.
καὶ παρελθὼν πρὸς αὑτὸν τὴν γυναῖκα Γάζασαν ἐκάλεσεν καὶ τοὺς φίλους. ὧν παρόντων διηγεῖτο τὴν τιμήν, ἧς οὐ παρὰ τοῦ βασιλέως ἀπολαύοι μόνον, ἀλλὰ καὶ παρὰ τῆς βασιλίσσης· καὶ γὰρ τήμερον ὡς δειπνήσειεν παρʼ αὐτῇ μόνος σὺν τῷ βασιλεῖ, κληθείη πάλιν εἰς τὴν ἐπιοῦσαν.
ἔλεγέν τε μὴ ἀρέσκεσθαι Μαρδοχαῖον ὁρῶντα ἐν τῇ αὐλῇ τὸν Ἰουδαῖον. τῆς δὲ γυναικὸς αὐτοῦ Γαζάσης εἰπούσης κελεῦσαι ξύλον κοπῆναι πηχῶν ἑξήκοντα καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, ἐπαινέσας τὴν γνώμην προσέταξεν τοῖς οἰκέταις ξύλον ἑτοιμασαμένους στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίῳ.
καὶ τοῦτο μὲν ἦν ἕτοιμον· ὁ δὲ θεὸς κατεγέλα τῆς Ἀμάνου πονηρᾶς ἐλπίδος καὶ τὸ συμβησόμενον εἰδὼς ἐτέρπετο τῷ γενησομένῳ· τοῦ γὰρ βασιλέως διὰ νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον.
ὁ δʼ οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλʼ εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν.
κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις διʼ ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος.
φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβαίνοντος εἰς ἑτέραν πρᾶξιν ἐπέσχεν ὁ βασιλεὺς πυνθανόμενος, εἰ μὴ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὁ δʼ ὡς ἔφη μηδὲν εἶναι, κελεύσας ἡσυχάζειν, τίς ἡ τῆς νυκτὸς ὥρα, παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων ἐπυνθάνετο.
μαθὼν δʼ, ὡς ὄρθρος ἐστὶν ἤδη, προσέταξεν τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν ἤδη παρόντα τοῦτον αὐτῷ δηλοῦν. ἔτυχέν τε ὥστε Ἀμάνην εὑρεθῆναι· θᾶττον γὰρ τῆς συνήθους ὥρας ἐληλύθει περὶ τοῦ Μαρδοχαίου θανάτου δεησόμενος αὐτοῦ.
τῶν οὖν θεραπόντων εἰπόντων, ὅτι Ἀμάνης εἴη πρὸ τῆς αὐλῆς, ἐκέλευσεν αὐτὸν εἰσκαλέσαι. εἰσελθόντος δέ φίλον, εἶπεν, εἰδὼς ἐμαυτῷ σὲ μόνον εὔνουν συμβουλεῦσαί μοι παρακαλῶ, πῶς ἂν τιμήσαιμι τινὰ στεργόμενον ὑπʼ ἐμοῦ σφόδρα τῆς ἐμαυτοῦ μεγαλοφροσύνης ἀξίως.
ὁ δὲ Ἀμάνης λογισάμενος, ἣν ἂν δῷ γνώμην ταύτην δώσειν ὑπὲρ αὐτοῦ, φιλεῖσθαι γὰρ ἑαυτὸν ὑπὸ τοῦ βασιλέως μόνον, ἣν ᾤετο ἀρίστην εἶναι ταύτην φανερὰν ἐποίησεν.
εἶπεν γάρ εἰ βούλοιο τὸν ἄνθρωπον ὃν φῂς ἀγαπᾶν δόξῃ περιβαλεῖν, ποίησον ἐφʼ ἵππου βαδίζειν τὴν αὐτὴν ἐσθῆτά σοι φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα καὶ προάγοντα τῶν ἀναγκαίων φίλων ἕνα κηρύσσειν διʼ ὅλης τῆς πόλεως, ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν ὁ βασιλεὺς τιμήσῃ.
ὁ μὲν οὖν Ἀμάνης ταῦτα συνεβούλευσεν οἰόμενος εἰς αὐτὸν ἥξειν τοῦτο τὸ γέρας. ὁ δὲ βασιλεὺς ἡσθεὶς τῇ παραινέσει προελθών. φησίν, ἔχεις γὰρ καὶ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸν στρεπτόν. ἐπιζήτησον Μαρδοχαῖον τὸν Ἰουδαῖον καὶ ταῦτα ἐκείνῳ δοὺς προάγων αὐτοῦ τὸν ἵππον, σὺ γάρ, ἔφη, μοι φίλος ἀναγκαῖος, ἴσθι διάκονος ὧν χρηστὸς σύμβουλος ἐγένου. ταῦτα δὲ αὐτῷ παρʼ ἡμῶν ἔσται σώσαντί μου τὴν ψυχήν.
τούτων ἀκούσας παρὰ πᾶσαν ἐλπίδα τὴν διάνοιαν συνεχύθη καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ χρυσοῦν περιαυχένιον, καὶ τὸν Μαρδοχαῖον εὑρὼν πρὸ τῆς αὐλῆς σάκκον ἐνδεδυμένον ἐκέλευσεν ἀποθέμενον ἐνδύσασθαι τὴν πορφύραν.
ὁ δὲ οὐκ εἰδὼς τἀληθές, ἀλλὰ χλευάζεσθαι νομίζων ὦ κάκιστε πάντων ἀνθρώπων, εἶπεν, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐπεγγελᾷς; πεισθεὶς δʼ, ὡς ὁ βασιλεὺς αὐτῷ γέρας τοῦτʼ εἴη δεδωκὼς ἀντὶ τῆς σωτηρίας, ἣν αὐτῷ παρέσχεν τοὺς ἐπιβουλεύσαντας εὐνούχους ἐλέγξας, ἐνδύεται τὴν πορφύραν, ἣν ὁ βασιλεὺς φορῶν ἀεὶ διετέλει, καὶ περιτίθεται τὸ περιαυχένιον,
καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτʼ ἔσται παρὰ τοῦ βασιλέως ᾧ ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ.
ἐπεὶ δʼ ἐκπεριῆλθον τὴν πόλιν, ὁ μὲν Μαρδοχαῖος εἰσῄει πρὸς τὸν βασιλέα, Ἀμάνης δʼ ὑπʼ αἰσχύνης πρὸς αὑτὸν παραγίνεται καὶ μετὰ δακρύων τῇ γυναικὶ καὶ τοῖς. φίλοις τὰ συμβεβηκότα διηγεῖτο. οἱ δʼ οὐκέτʼ ἀμύνασθαι τὸν Μαρδοχαῖον ἔλεγον δυνήσεσθαι· τὸν γὰρ θεὸν εἶναι σὺν αὐτῷ.
Ταῦτα δὲ τούτων ἔτι πρὸς ἀλλήλους ὁμιλούντων ἧκον οἱ τῆς Ἐσθήρας εὐνοῦχοι τὸν Ἀμάνην ἐπὶ τὸ δεῖπνον ἐπισπεύδοντες.
Σαβουχάδας δὲ τῶν εὐνούχων εἷς ἰδὼν τὸν σταυρὸν ἐν τῇ Ἀμάνου οἰκίᾳ πεπηγότα, ὃν ἐπὶ Μαρδοχαῖον παρεσκευάκεισαν, καὶ πυθόμενος παρά τινος τῶν οἰκετῶν, ἐπὶ τίνα τοῦτον ἦσαν ἑτοιμασάμενοι, γνούς, ὡς ἐπὶ τὸν τῆς βασιλίσσης θεῖον, τὸν γὰρ Ἀμάνην μέλλειν αὐτὸν αἰτεῖσθαι παρὰ τοῦ βασιλέως πρὸς τιμωρίαν, τότε μὲν ἡσυχίαν ἦγεν.
ὡς δὲ ὁ βασιλεὺς μετὰ τοῦ Ἀμάνου εὐωχηθεὶς ἠξίου τὴν βασίλισσαν λέγειν αὐτῷ, τίνος βούλεται δωρεᾶς τυχεῖν, ὡς ληψομένην οὗπερ ἂν ἐπιθυμίαν ἔχῃ, τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο καὶ πρὸς ἀπώλειαν ἔλεγεν μετὰ τοῦ ἔθνους ἐκδεδόσθαι, διὸ καὶ ποιεῖσθαι περὶ τούτων τοὺς λόγους·
οὐ γὰρ ἂν ἠνωχληκέναι αὐτῷ, εἰ πρὸς δουλείαν πικρὰν ἐκέλευσεν αὐτοὺς ἀπεμποληθῆναι· μέτριον γὰρ τοῦτο τὸ κακόν· παρεκάλει τε τούτων ἀπαλλαγῆναι.
ἐρωτήσαντος δὲ τοῦ βασιλέως, ὑπὸ τίνος εἴη ταῦτα γεγενημένα, κατηγόρει τὸ λοιπὸν ἤδη φανερῶς τοῦ Ἀμάνου καὶ τοῦτον ὄντα πονηρὸν ἐπʼ αὐτοὺς κατεσκευακέναι τὴν ἐπιβουλὴν ἤλεγχεν.
ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἀναπηδήσαντος εἰς τοὺς κήπους ἐκ τοῦ συμποσίου, τῆς Ἐσθήρας ὁ Ἀμάνης ἤρξατο δεῖσθαι καὶ παρακαλεῖν συγγνῶναι τῶν ἡμαρτημένων· συνῆκε γὰρ αὐτὸς ἐν κακοῖς ὤν· ἐπί τε τῆς κλίνης αὐτοῦ πεσόντος καὶ τὴν βασίλισσαν παρακαλοῦντος ἐπεισελθὼν ὁ βασιλεὺς καὶ πρὸς τὴν ὄψιν μᾶλλον παροξυνθεὶς εἶπεν, ὦ κάκιστε πάντων, καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;
Ἀμάνου δὲ πρὸς τοῦτο καταπλαγέντος καὶ μηδὲν ἔτι φθέγξασθαι δυνηθέντος, καὶ Σαβουζάνης ὁ εὐνοῦχος παρελθὼν κατηγόρει τοῦ Ἀμάνου, ὡς εὕροι σταυρὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ παρεσκευασμένον ἐπὶ Μαρδοχαῖον τοῦτο γὰρ αὐτῷ πυνθανομένῳ τὸν οἰκέτην εἰπεῖν, ὅτε καλέσων αὐτὸν ἐπὶ τὸ δεῖπνον ἔλθοι πρὸς αὐτόν. εἶναι δὲ τὸν σταυρὸν ἔλεγεν ἑξήκοντα πήχεων τὸ ὕψος.
ὁ δὲ βασιλεὺς ἀκούσας οὐκ ἄλλῃ τιμωρίᾳ περιβάλλειν ἔκρινεν τὸν Ἀμάνην ἢ τῇ κατὰ Μαρδοχαίου νενοημένῃ, καὶ κελεύει παραχρῆμα αὐτὸν ἐξ ἐκείνου τοῦ σταυροῦ κρεμασθέντα ἀποθανεῖν.
ὅθεν ἐπέρχεταί μοι τὸ θεῖον θαυμάζειν καὶ τὴν σοφίαν αὐτοῦ καὶ δικαιοσύνην καταμανθάνειν, μὴ μόνον τὴν Ἀμάνου κολάσαντος πονηρίαν, ἀλλὰ καὶ τὴν κατʼ ἄλλου μεμηχανημένην τιμωρίαν ταύτην ἐκείνου ποιήσαντος εἶναι καὶ τοῖς ἄλλοις μαθεῖν οὕτως γνῶναι παρεσχηκότος, ὡς ἃ καθʼ ἑτέρου τις παρεσκεύασε ταῦτα λανθάνει καθʼ ἑαυτοῦ πρῶτον ἑτοιμασάμενος.
Ἀμάνης μὲν οὖν ἀμετρήτως τῇ παρὰ τοῦ βασιλέως χρώμενος τιμῇ τοῦτον διεφθάρη τὸν τρόπον, τὴν δὲ οὐσίαν αὐτοῦ ἐχαρίσατο τῇ βασιλίσσῃ. Μαρδοχαῖον δὲ προσκαλεσάμενος, καὶ γὰρ ἐδήλωσεν αὐτῷ τὴν πρὸς αὐτὸν συγγένειαν Ἐσθήρα, ὃν ἔδωκεν Ἀμάνῃ δακτύλιον τοῦτον Μαρδοχαίῳ δίδωσι.
δωρεῖται δὲ καὶ ἡ βασίλισσα Μαρδοχαίῳ τὴν Ἀμάνου κτῆσιν καὶ δεῖται τοῦ βασιλέως ἀπαλλάξαι τοῦ περὶ τῆς ζωῆς φόβου τὸ τῶν Ἰουδαίων ἔθνος, δηλοῦσα τὰ γραφέντα κατὰ πᾶσαν τὴν χώραν ὑπὸ Ἀμάνου τοῦ Ἀμαδάθου· τῆς γὰρ πατρίδος αὐτῇ διαφθαρείσης καὶ τῶν ὁμοφύλων ἀπολομένων οὐκ ἂν ὑπομένειν τὸν βίον.
ὁ δὲ βασιλεὺς ὑπέσχετο μηδὲν ἄχαρι αὐτὴν μηδʼ οἷς ἐσπούδακεν ἐναντίον ἔσεσθαι, γράφειν δὲ ἃ βούλεται προσέταξε περὶ τῶν Ἰουδαίων ἐκείνην ἐκ τοῦ βασιλέως ὀνόματος καὶ σημηναμένην αὐτοῦ τῇ σφραγῖδι πέμπειν εἰς πᾶσαν τὴν βασιλείαν· τοὺς γὰρ ἀναγνωσομένους τὰς ὑπὸ τοῦ βασιλικοῦ σημαντῆρος ἠσφαλισμένας ἐπιστολὰς οὐδὲν περὶ τῶν ἐγγεγραμμένων ἐναντιώσεσθαι.