Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

 
ὡς εἰς ὀργὴν παροξυνθέντα τὸν βασιλέα λῦσαι μὲν τὸ συμπόσιον, ἀναστάντα δὲ καὶ τοὺς ἑπτὰ τῶν Περσῶν, οἳ τὴν τῶν νόμων ἐξήγησιν ἔχουσι παρʼ αὐτοῖς, καλέσαντα κατηγορεῖν τῆς γυναικὸς καὶ λέγειν, ὡς ὑβρισθείη πρὸς αὐτῆς· κληθεῖσα γὰρ ὑπʼ αὐτοῦ πολλάκις εἰς τὸ συμπόσιον ὑπήκουσεν οὐδὲ ἅπαξ.
 
προσέταξεν οὖν δηλοῦν, τίνα κατʼ αὐτῆς νόμον ὁρίζουσιν. ἑνὸς δʼ ἐξ αὐτῶν Μουχαίου ὄνομα εἰπόντος οὐκ αὐτῷ μόνῳ ταύτην γεγονέναι τὴν ὕβριν, ἀλλὰ πᾶσι Πέρσαις, οἷς κινδυνεύεται καταφρονουμένοις ὑπὸ τῶν γυναικῶν αἴσχιστα διαγεγονέναι τὸν βίον·
 
οὐδεμία γὰρ τοῦ συνοικοῦντος ἀνδρὸς αἰδῶ ποιήσεται παράδειγμα τὴν τῆς βασιλίσσης ὑπερηφανίαν πρὸς σὲ τὸν κρατοῦντα ἁπάντων ἔχουσα. παρακελευομένου δὲ τὴν οὕτως ἐνυβρίζουσαν αὐτῷ ζημιῶσαι μεγάλην ζημίαν καὶ τοῦτο ποιήσαντα διαγγεῖλαι τοῖς ἔθνεσιν τὰ περὶ τῆς βασιλίσσης κεκυρωμένα, ἔδοξε τὴν Ἄστην ἐκβαλεῖν καὶ δοῦναι τὴν ἐκείνης τιμὴν ἑτέρᾳ γυναικί.
 
Διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπʼ ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δʼ αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν,
 
ζητῆσαι δὲ περιπέμψαντα καθʼ ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα· σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης.
 
πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπʼ εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν.
 
συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη· οὗτος δʼ ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις.
 
πασῶν δὲ τὴν Ἐσθῆρα συνέβαινεν, τοῦτο γὰρ ἦν αὐτῇ τοὔνομα, τῷ κάλλει διαφέρειν καὶ τὴν χάριν τοῦ προσώπου τὰς ὄψεις τῶν θεωμένων μᾶλλον ἐπάγεσθαι.
 
παραδοθεῖσα δὲ αὕτη τινὶ τῶν εὐνούχων εἰς ἐπιμέλειαν πάσης ἐτύγχανε προνοίας ἀρωμάτων ἀφθονίᾳ καὶ πολυτελείᾳ τῶν ἀλειμμάτων ὧν χρῄζει τὰ σώματα καταρδομένη, καὶ τούτων ἀπέλαυον ἐπὶ μῆνας ἓξ τετρακόσιαι τὸν ἀριθμὸν οὖσαι.
 
ὅτε δʼ ἐνόμιζεν ἀποχρώντως τῷ προειρημένῳ χρόνῳ τὴν ἐπιμέλειαν ἔχειν τὰς παρθένους καὶ τοῦ βαδίζειν αὐτὰς ἐπὶ κοίτην βασιλέως ἀξίας ἤδη γεγονέναι, καθʼ ἑκάστην ἡμέραν μίαν ἔπεμπεν τῷ βασιλεῖ συνεσομένην.
 
ὁ δὲ πλησιάζων εὐθὺς ἀπέπεμπεν πρὸς τὸν εὐνοῦχον. ἀφικομένης δὲ τῆς Ἐσθήρας πρὸς αὐτὸν ἡσθεὶς αὐτῇ καὶ πεσὼν τῆς κόρης εἰς ἔρωτα νομίμως αὐτὴν ἄγεται γυναῖκα καὶ γάμους αὐτῇ ποιεῖται δωδεκάτῳ μηνὶ ἑβδόμου ἔτους τῆς αὐτοῦ βασιλείας, Ἀδέρῳ δὲ καλουμένῳ.
 
διέπεμψε δὲ τοὺς ἀγγάρους λεγομένους εἰς πᾶν ἔθνος ἑορτάζειν τοὺς γάμους παραγγέλλων, αὐτὸς δὲ Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς πρώτους τῶν ἐθνῶν ἑστιᾷ ἐπὶ μῆνα ὅλον ὑπὲρ τῶν γάμων αὐτοῦ, εἰσελθούσῃ δὲ εἰς τὸ βασίλειον περιτίθησι τὸ διάδημα, καὶ συνῴκησεν οὕτως Ἐσθήρα μὴ ποιήσασα φανερὸν αὐτῷ τὸ ἔθνος, ἐξ οὗπερ εἴη τυγχάνουσα.
 
μεταβὰς δὲ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα τῆς Περσίδος αὐτόθι διῆγεν ἑκάστης ἡμέρας πρὸς τοῖς βασιλείοις διατρίβων καὶ πυνθανόμενος περὶ τῆς κόρης, τίνα διάγει τρόπον· ἔστεργεν γὰρ αὐτὴν ὡς αὑτοῦ θυγατέρα.
 
Ἔθηκε δὲ καὶ νόμον ὁ βασιλεὺς ὥστε μηδένα τῶν ἰδίων αὐτῷ προσιέναι μὴ κληθέντα, ὁπηνίκα ἐπὶ τοῦ θρόνου καθέζοιτο. περιεστήκεσαν δὲ τὸν θρόνον αὐτοῦ πελέκεις ἔχοντες ἄνθρωποι πρὸς τὸ κολάζειν τοὺς προσιόντας ἀκλήτους τῷ θρόνῳ.
 
καθῆστο μέντοι λύγον χρυσέαν ἔχων αὐτὸς ὁ βασιλεύς, ἣν ὅτε τινὰ σώζειν ἤθελεν τῶν ἀκλήτων προσιόντων ἐξέτεινεν πρὸς αὐτόν· ὁ δὲ ἁπτόμενος αὐτῆς ἀκίνδυνος ἦν. καὶ περὶ μὲν τούτων ἀρκούντως ἡμῖν δεδήλωται.
 
Χρόνῳ δʼ ὕστερον ἐπιβουλευσάντων τῷ βασιλεῖ Βαγαθώου καὶ Θεοδοσίτου Βαρνάβαζος τῶν εὐνούχων οἰκέτης τοῦ ἑτέρου τὸ γένος ὢν Ἰουδαῖος συνεὶς τὴν ἐπιβουλὴν τῷ θείῳ κατεμήνυσε τῆς γυναικὸς τοῦ βασιλέως, Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθήρας φανεροὺς ἐποίησε τῷ βασιλεῖ τοὺς ἐπιβουλεύοντας.
 
ταραχθεὶς δὲ ὁ βασιλεὺς τἀληθὲς ἐξεῦρεν καὶ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσεν, τῷ δὲ Μαρδοχαίῳ τότε μὲν οὐδὲν παρέσχεν ὡς αἰτίῳ τῆς σωτηρίας γεγονότι, μόνον δὲ αὐτοῦ τὸ ὄνομα τοῖς τὰ ὑπομνήματα συγγραφομένοις ἐκέλευσε σημειώσασθαι καὶ προσμένειν αὐτὸν τοῖς βασιλείοις ὄντα φίλον ἀναγκαιότατον τῷ βασιλεῖ.
 
Ἀμάνην δὲ Ἀμαδάθου μὲν υἱὸν τὸ γένος δὲ Ἀμαληκίτην εἰσιόντα πρὸς τὸν βασιλέα προσεκύνουν οἵ τε ξένοι καὶ Πέρσαι ταύτην αὐτῷ τὴν τιμὴν παρʼ αὐτῶν Ἀρταξέρξου κελεύοντος γενέσθαι.
 
Μαρδοχαίου δὲ διὰ σοφίαν καὶ τὸν οἴκοθεν αὐτοῦ νόμον οὐ προσκυνοῦντος ἄνθρωπον, παραφυλάξας ὁ Ἀμάνης ἐπυνθάνετο, πόθεν εἴη. μαθὼν δʼ αὐτὸν ὄντα Ἰουδαῖον ἠγανάκτησεν καὶ πρὸς ἑαυτὸν εἶπεν, ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, οὗτος δὲ δοῦλος ὢν οὐκ ἀξιοῖ τοῦτο ποιεῖν.
 
καὶ τιμωρήσασθαι θελήσας τὸν Μαρδοχαῖον αὐτὸν μὲν αἰτήσασθαι πρὸς κόλασιν παρὰ τοῦ βασιλέως μικρὸν ἡγήσατο, τὸ ἔθνος δὲ αὐτοῦ διέγνω πᾶν ἀφανίσαι· καὶ γὰρ φύσει τοῖς Ἰουδαίοις ἀπηχθάνετο, ὅτι καὶ τὸ γένος τῶν Ἀμαληκιτῶν, ἐξ ὧν ἦν αὐτός, ὑπʼ αὐτῶν διέφθαρτο.
 
προσελθὼν οὖν τῷ βασιλεῖ κατηγόρει λέγων ἔθνος εἶναι πονηρόν, διεσπάρθαι δὲ τοῦτο κατὰ τῆς ὑπʼ αὐτοῦ βασιλευομένης οἰκουμένης, ἄμικτον ἀσύμφυλον οὔτε θρησκείαν τὴν αὐτὴν τοῖς ἄλλοις ἔχον οὔτε νόμοις χρώμενον ὁμοίοις, ἐχθρὸν δὲ καὶ τοῖς ἔθεσι καὶ τοῖς ἐπιτηδεύμασιν τῷ σῷ λαῷ καὶ ἅπασιν ἀνθρώποις.
 
τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μηδέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτʼ εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ.
 
ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρʼ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵνʼ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν ἡ βασιλεία.
 
Ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος ὁ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς ὅ τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον·
 
βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. πολλῶν ἐθνῶν ἄρξας καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλʼ ἐπιεικῆ καὶ πρᾷον ἐμαυτὸν παρασχὼν καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο.
 
τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρʼ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετʼ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι,
 
κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι μηδεμίαν φειδῶ ποιησαμένους, μηδʼ ἐλέῳ πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γεγραμμένων.
 
καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετράδι καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετʼ εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσι.
 
τούτου κομισθέντος τοῦ προστάγματος εἰς τὰς πόλεις καὶ τὴν χώραν ἕτοιμοι πάντες ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπώλειαν εἰς τὴν προειρημένην ἡμέραν ἐγίνοντο· ἐσπεύδετο δὲ τοῦτο καὶ ἐν τῇ Σούσῃ. ὁ μὲν οὖν βασιλεὺς καὶ ὁ Ἀμάνης πρὸς εὐωχίαις καὶ πότοις ἦσαν, ἐν ταραχῇ δʼ ἦν ἡ πόλις.
 
Ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γινόμενον περιρρηξάμενος τὴν ἐσθῆτα καὶ σάκκον ἐνδυσάμενος καὶ καταχεάμενος σποδιὰν διὰ τῆς πόλεως ἐφέρετο βοῶν, ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται, καὶ τοῦτο λέγων ἕως τῶν βασιλείων ἦλθεν καὶ πρὸς αὐτοῖς ἔστη· οὐ γὰρ ἐξῆν εἰσελθεῖν αὐτῷ τοιοῦτον περικειμένῳ σχῆμα.
 
τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίησαν οἱ ἐν ταῖς πόλεσιν Ἰουδαῖοι, ἐν αἷς τὰ περὶ τούτων προετέθη γράμματα, θρηνοῦντες καὶ τὰς κατηγγελμένας αὐτοῖς συμφορὰς ὀδυρόμενοι. ὡς δʼ ἀπήγγειλάν τινες τῇ βασιλίσσῃ τὸν Μαρδοχαῖον ἐν οὕτως οἰκτρῷ σχήματι πρὸ τῆς αὐλῆς ἑστῶτα, ταραχθεῖσα πρὸς τὴν ἀκοὴν ἐξέπεμπεν τοὺς μεταμφιάσοντας αὐτόν.
 
οὐ πεισθέντος δὲ ἀποδύσασθαι τὸν σάκκον, οὐ γὰρ ἐφʼ ᾧ τοῦτον ἀναγκασθείη λαβεῖν δεινῷ πεπαῦσθαι τοῦτο, προσκαλεσαμένη τὸν εὐνοῦχον Ἀχράθεον, καὶ γὰρ ἔτυχεν αὐτῇ παρών, ἀπέστειλεν Μαρδοχαίῳ γνωσόμενον, τίνος συμβεβηκότος αὐτῷ σκυθρωποῦ πενθεῖ καὶ τὸ σχῆμα τοῦτο περικείμενος οὐδʼ αὐτῆς παρακαλούσης ἀπέθετο.
 
ὁ δὲ Μαρδοχαῖος ἐπέδειξε τῷ εὐνούχῳ τὴν αἰτίαν τό τε γράμμα τὸ κατὰ τῶν Ἰουδαίων εἰς ἅπασαν τὴν ὑπὸ τῷ βασιλεῖ χώραν διαπεμφθὲν καὶ τὴν τῶν χρημάτων ὑπόσχεσιν, ᾗ τὴν ἀπώλειαν τοῦ ἔθνους ᾐτεῖτο παρὰ τοῦ βασιλέως Ἀμάνης.
 
δοὺς δὲ αὐτῷ καὶ τὸ ἀντίγραφον τῶν ἐν Σούσοις προτεθέντων κομίσαι τῇ Ἐσθῆρι καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως ἐνετέλλετο καὶ σωτηρίας ἕνεκεν τοῦ ἔθνους μὴ ἀδοξῆσαι λαβεῖν σχῆμα ταπεινόν, ᾧ παραιτήσεται τοὺς Ἰουδαίους κινδυνεύοντας ἀπολέσθαι· τὸν γὰρ τὴν δευτέραν ἔχοντα τῷ βασιλεῖ τιμὴν Ἀμάνην κατηγορήσαντʼ αὐτῶν παρωξυγκέναι κατʼ αὐτῶν τὸν βασιλέα.
 
ταῦτα γνοῦσα πέμπει πάλιν πρὸς Μαρδοχαῖον δηλοῦσα, ὅτι μήτε κληθείη πρὸς τοῦ βασιλέως καὶ ὁ εἰσερχόμενος πρὸς αὐτὸν ἄκλητος ἀποθνήσκει, πλὴν εἰ μή τινα σώζειν βουλόμενος προτείνειεν τὸν χρυσῆν ῥάβδον· ᾧ γὰρ τοῦτο ποιήσειεν ὁ βασιλεὺς ἀκλήτῳ προσελθόντι, οὗτος οὐκ ἀποθνήσκει μόνος, ἀλλὰ συγγνώμης τυχὼν σώζεται.
 
Μαρδοχαῖος δὲ τούτους κομίσαντος αὐτῷ τοῦ εὐνούχου παρὰ τῆς Ἐσθῆρος τοὺς λόγους ἀπαγγέλλειν ἐκέλευσεν αὐτῇ, μὴ τὴν ἰδίαν οὕτως σκοπεῖν σωτηρίαν, ἀλλὰ τὴν κοινὴν τοῦ ἔθνους· εἰ γὰρ ἀμελήσειεν τούτου νῦν, ἔσεσθαι μὲν αὐτῷ βοήθειαν παρὰ τοῦ θεοῦ πάντως, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς ὑπὸ τῶν ὀλιγωρηθέντων διαφθαρήσεσθαι.
 
ἡ δὲ Ἐσθήρα ἐπέστειλεν μὲν τῷ Μαρδοχαίῳ τὸν αὐτὸν πέμψασα διάκονον εἰς Σοῦσα πορευθέντι τοὺς ἐκεῖ Ἰουδαίους εἰς ἐκκλησίαν συναγαγεῖν καὶ νηστεῦσαι πάντων ἀποσχομένους ὑπὲρ αὐτῆς ἐπὶ τρεῖς ἡμέρας, τὸ δʼ αὐτὸ ποιήσασα μετὰ τῶν θεραπαινίδων τότε προσελεύσεσθαι τῷ βασιλεῖ παρὰ τὸν νόμον ὑπισχνεῖτο, κἂν ἀποθανεῖν δέῃ τοῦτο ὑπομενεῖν.
 
Καὶ Μαρδοχαῖος μὲν κατὰ τὰς Ἐσθῆρος ἐντολὰς τόν τε λαὸν ἐποίησεν νηστεῦσαι καὶ τὸν θεὸν αὐτὸς ἱκέτευσε μηδὲ νῦν ὑπεριδεῖν αὐτοῦ τὸ ἔθνος ἀπολλύμενον, ἀλλʼ ὡς καὶ πρότερον αὐτοῦ πολλάκις προενόησεν καὶ ἁμαρτόντι συνέγνω, καὶ νῦν αὐτὸ ῥύσασθαι τῆς κατηγγελμένης ἀπωλείας·
 
οὐδὲ γὰρ ἁμαρτόν τι κινδυνεύειν ἀκλεῶς ἀποθανεῖν, ἀλλʼ αὐτὸν γὰρ εἶναι τὴν αἰτίαν τῆς Ἀμάνου ὀργῆς, ὅτι μὴ προσεκύνησα μηδʼ ἣν σοί, δέσποτα, φησίν, τιμὴν παρεῖχον, ταύτην ἐκείνῳ παρασχεῖν ὑπέμενον, ὀργισθεὶς ταῦτα κατὰ τῶν μὴ παραβαινόντων τοὺς σοὺς νόμους ἐμηχανήσατο.
 
τὰς δʼ αὐτὰς ἠφίει καὶ τὸ πλῆθος φωνάς, παρακαλοῦν προνοῆσαι τὸν θεὸν τῆς σωτηρίας αὐτῶν καὶ τοὺς ἐν ἁπάσῃ τῇ γῇ Ἰσραηλίτας ἐξελέσθαι τῆς μελλούσης συμφορᾶς· καὶ γὰρ πρὸ ὀφθαλμῶν αὐτὴν εἶχον ἤδη καὶ προσεδόκων. ἱκέτευε δὲ καὶ Ἐσθήρα τὸν θεὸν τῷ πατρίῳ νόμῳ ῥίψασα κατὰ τῆς γῆς ἑαυτὴν καὶ πενθικὴν ἐσθῆτα περιθεμένη,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi