Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

291 ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν.
292 ὁμοίως δὲ καὶ οἱ ἐν Σούσοις Ἰουδαῖοι τὴν τετράδα καὶ δεκάτην καὶ τὴν ἐχομένην τοῦ αὐτοῦ μηνὸς συναθροισθέντες εὐωχήθησαν. ὅθεν καὶ νῦν οἱ ἐν τῇ οἰκουμένῃ Ἰουδαῖοι πάντες τὰς ἡμέρας ταύτας ἑορτάζουσιν διαπεμπόμενοι μερίδας ἀλλήλοις.
293 ἔγραψεν δὲ Μαρδοχαῖος τοῖς ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ ζῶσιν Ἰουδαίοις ταύτας παραφυλάσσειν τὰς ἡμέρας καὶ ἑορτὴν ἄγειν αὐτὰς καὶ τοῖς ἐκγόνοις παραδοῦναι τοῦ πρὸς πάντα διαμεῖναι τὸν χρόνον τὴν ἑορτὴν ἕνεκα καὶ μὴ λήθῃ παραπολέσθαι·
294 μελλήσαντας γὰρ αὐτοὺς ἐν ταύταις διαφθείρεσθαι ταῖς ἡμέραις ὑπὸ Ἀμάνου δίκαια ποιήσειν, εἰ διαφυγόντες μὲν ἐν αὐταῖς τὸν κίνδυνον τοὺς δʼ ἐχθροὺς τιμωρησάμενοι παρατηρήσουσιν αὐτὰς εὐχαριστοῦντες τῷ θεῷ.
295 διὰ ταῦτα μὲν οἱ Ἰουδαῖοι τὰς προειρημένας ἡμέρας ἑορτάζουσιν προσαγορεύσαντες αὐτὰς φρουρέας. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἦν καὶ λαμπρὸς παρὰ τῷ βασιλεῖ καὶ συνδιεῖπεν αὐτῷ τὴν ἀρχὴν ἀπολαύων ἅμα καὶ τῆς κοινωνίας τοῦ βίου τῇ βασιλίσσῃ.
296 ἦν δὲ καὶ τοῖς Ἰουδαίοις τὰ πράγματα διʼ αὐτοὺς ἀμείνω πάσης ἐλπίδος. καὶ τὰ μὲν τούτοις βασιλεύοντος Ἀρταξέρξου συμβάντα τοῦτον εἶχεν τὸν τρόπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi