Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

185 πρέπει γὰρ τὰ τοῦ βασιλέως διηγεῖσθαι πρῶτον, ὡς ἔγημεν Ἰουδαίαν γυναῖκα τοῦ γένους οὖσαν τοῦ βασιλικοῦ, ἣν καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν.
186 παραλαβὼν γὰρ τὴν βασιλείαν ὁ Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούς τε φίλους καὶ τὰ Περσῶν ἔθνη καὶ τοὺς ἡγεμόνας αὐτῶν ὑποδεξάμενος ἑστιᾷ πολυτελῶς, οἷον εἰκὸς παρὰ βασιλεῖ τοῦ πλούτου παρασκευαζομένῳ τὴν ἐπίδειξιν ποιήσασθαι, ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα.
187 ἔπειτα τὰ ἔθνη καὶ τοὺς πρεσβευτὰς αὐτῶν ἐν Σούσοις ἐπὶ ἡμέρας κατευώχησεν ἑπτά. τὸ δὲ συμπόσιον ἦν αὐτοῖς τὸν τρόπον τοῦτον γεγενημένον· σκήνωμα πηξάμενος ἐκ χρυσέων καὶ ἀργυρέων κιόνων ὕφη λίνεα καὶ πορφύρεα κατʼ αὐτῶν διεπέτασεν, ὥστε πολλὰς μυριάδας κατακλίνεσθαι.
188 διηκονοῦντο δʼ ἐκπώμασι χρυσέοις καὶ τοῖς διὰ λίθου πολυτελοῦς εἰς τέρψιν ἅμα καὶ θέαν πεποιημένοις. προσέταττεν δὲ καὶ τοῖς διακόνοις μὴ βιάζεσθαι πίνειν τὸ ποτὸν αὐτοῖς συνεχῶς προσφέροντας, ὡς καὶ παρὰ Πέρσαις γίγνεται, ἀλλʼ ἐπιτρέπειν αὐτοῖς καὶ πρὸς ὃ βούλεται τῶν κατακειμένων ἕκαστος φιλοφρονεῖσθαι.
189 διαπέμψας δὲ καὶ κατὰ τὴν χώραν παρήγγειλεν ἀνεῖσθαι τῶν ἔργων ἀφιεμένους καὶ ἑορτάζειν ὑπὲρ τῆς βασιλείας αὐτοῦ πολλαῖς ἡμέραις.
190 ὁμοίως τε τῶν γυναικῶν ἡ βασίλισσα Ἄστη συνήγαγεν συμπόσιον ἐν τοῖς βασιλείοις, ἣν ἐπιδεῖξαι βουλόμενος τοῖς ἑστιωμένοις ὁ βασιλεὺς πέμψας ἐκέλευσεν αὐτὴν εἰς τὸ συμπόσιον ἥκειν κάλλει τὰς γυναῖκας ἁπάσας ὑπερβάλλουσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi