Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

9 καὶ παραγενομένοις αὐτοῖς οἱ τοῦ βασιλέως φίλοι πάντες ἐβοήθουν καὶ συνεισέφερον εἰς τὴν τοῦ ναοῦ κατασκευὴν οἱ μὲν χρυσὸν οἱ δʼ ἄργυρον οἱ δὲ βοσκημάτων πλῆθος σὺν ἵπποις. καὶ τάς τε εὐχὰς ἀπεδίδοσαν τῷ θεῷ καὶ τὰς νομιζομένας κατὰ τὸ παλαιὸν θυσίας ἐπετέλουν, ὥσπερ ἀνακτιζομένης αὐτοῖς τῆς πόλεως καὶ ἀναβιούσης τῆς ἀρχαίας περὶ τὴν θρησκείαν συνηθείας.
10 ἀπέπεμψε δʼ αὐτοῖς Κῦρος καὶ τὰ σκεύη τοῦ θεοῦ, ἃ συλήσας τὸν ναὸν ὁ βασιλεὺς Ναβουχοδονόσορος εἰς τὴν Βαβυλῶνα ἐκόμισεν.
11 παρέδωκεν δὲ ταῦτα φέρειν Μιθριδάτῃ τῷ γαζοφύλακι αὐτοῦ προστάξας δοῦναι αὐτὰ Ἀβεσσάρῳ, ὅπως φυλάττῃ μέχρι τῆς οἰκοδομίας τοῦ ναοῦ, τελεσθέντος δὲ αὐτοῦ παραδῷ τοῖς ἱερεῦσιν καὶ ἄρχουσιν τοῦ πλήθους εἰς τὸν ναὸν ἀποθησομένοις.
12 πέμπει δὲ καὶ ἐπιστολὴν πρὸς τοὺς ἐν Συρίᾳ σατράπας Κῦρος τάδε λέγουσαν· βασιλεὺς Κῦρος Σισίνῃ καὶ Σαραβασάνῃ χαίρειν. Ἰουδαίων τῶν ἐν τῇ ἐμῇ χώρᾳ κατοικούντων ἐπέτρεψα τοῖς βουλομένοις εἰς τὴν ἰδίαν ἀπελθοῦσι πατρίδα τήν τε πόλιν ἀνακτίζειν καὶ τὸν ναὸν οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ ἐπὶ τοῦ αὐτοῦ τόπου, ἐφʼ οὗ καὶ πρότερον.
13 κατέπεμψα δέ μου καὶ τὸν γαζοφύλακα Μιθριδάτην καὶ Ζοροβάβηλον τὸν ἄρχοντα τῶν Ἰουδαίων, ἵνα θεμελίους βάλωνται τοῦ ναοῦ καὶ οἰκοδομήσωσιν αὐτὸν ὕψος μὲν ἑξήκοντα πηχῶν τῶν δʼ αὐτῶν καὶ τὸ εὖρος, λίθου μὲν ξεστοῦ τρεῖς ποιησάμενοι δόμους καὶ ἕνα ξύλινον ἐγχώριον, ὁμοίως δὲ καὶ θυσιαστήριον, ἐφʼ οὗ θύσουσιν τῷ θεῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi