Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

101 τὴν δὲ ἐπιμέλειαν τούτων εἶναι Ἀναβασσάρου τοῦ ἐπάρχου καὶ τῆς Συρίας τε καὶ Φοινίκης ἡγεμόνος καὶ τῶν ἑταίρων αὐτοῦ, ὅπως αὐτοὶ μὲν ἀφέξονται τοῦ τόπου, τοῖς δὲ δούλοις τοῦ θεοῦ Ἰουδαίοις τε καὶ ἡγεμόσιν αὐτῶν ἐπιτρέψουσιν οἰκοδομηθῆναι τὸν ναόν.
102 καὶ συλλαβέσθαι δὲ πρὸς τὸ ἔργον διετάξατο, κἀκ τοῦ φόρου τοῦ τῆς χώρας ἧς ἐπετροπεύοντο τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίας λόγον ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους καὶ σεμίδαλιν καὶ ἔλαιον καὶ οἶνον καὶ τἆλλα, ὅσα ἂν οἱ ἱερεῖς ὑπαγορεύσωσιν, εὔχωνται δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως καὶ Περσῶν.
103 τοὺς δὲ παραβάντας τι τῶν ἐπεσταλμένων συλληφθέντας ἐκέλευσεν ἀνασταυρωθῆναι καὶ τὴν οὐσίαν αὐτῶν εἰς τὴν βασιλικὴν καταταγῆναι κτῆσιν. καὶ κατηύξατο πρὸς τούτοις τῷ θεῷ, ὅπως εἴ τις ἐπιχειρήσειε διακωλῦσαι τὴν οἰκοδομίαν τοῦ ναοῦ, βαλὼν αὐτὸν ὁ θεὸς ἐπίσχῃ τῆς ἀδικίας.
104 Ταῦθʼ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων· βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. ἔρρωσθε.
105 μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi