Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

90 Ζοροβάβηλος καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς δούλους μὲν αὐτοὺς ἔφασαν εἶναι τοῦ μεγίστου θεοῦ, τὸν δὲ ναὸν τοῦτον αὐτῷ κατασκευασθέντα ὑπὸ βασιλέως αὐτῶν εὐδαίμονος καὶ πάντας ὑπερβάλλοντος ἀρετῇ πολὺν διαμεῖναι χρόνον.
91 ἐπεὶ δὲ τῶν πατέρων ἀσεβησάντων εἰς τὸν θεὸν Ναβουχοδονόσορος ὁ Βαβυλωνίων καὶ Χαλδαίων βασιλεὺς ἑλὼν τὴν πόλιν κατὰ κράτος αὐτήν τε καθεῖλεν καὶ τὸν ναὸν συλήσας ἐνέπρησεν καὶ τὸν λαὸν μετῴκισεν αἰχμάλωτον μεταγαγὼν εἰς Βαβυλῶνα,
92 Κῦρος ὁ μετʼ αὐτὸν τῆς Βαβυλωνίας καὶ Περσίδος βασιλεὺς ἔγραψεν οἰκοδομῆσαι τὸν ναόν, καὶ πάνθʼ ὅσα μετήγαγεν ἐξ αὐτοῦ Ναβουχοδονόσορος ἀναθήματα καὶ σκεύη Ζοροβαβήλῳ παραδοὺς καὶ Μιθριδάτῃ τῷ γαζοφύλακι προσέταξεν κομίσαι εἰς Ἱεροσόλυμα καὶ πάλιν εἰς τὸν ἴδιον ἀποκατασταθῆναι ναὸν οἰκοδομηθέντα.
93 τοῦτο γὰρ ἐπέστειλεν ἐν τάχει γενέσθαι Σαβάσηρον κελεύσας ἀναβάντα εἰς Ἱεροσόλυμα τῆς οἰκοδομίας τοῦ ναοῦ ποιήσασθαι πρόνοιαν. ὃς μετὰ τὸ λαβεῖν παρὰ Κύρου γράμματα, παραγενόμενος εὐθὺς τοὺς θεμελίους κατεβάλετο, καὶ ἐξ ἐκείνου τοῦ χρόνου κατασκευαζόμενος μέχρι καὶ τοῦ δεῦρο διὰ τὴν τῶν ἐχθρῶν κακοήθειάν ἐστιν ἀτελής.
94 εἰ τοίνυν βούλεσθε καὶ δοκιμάζετε, γράψατε ταῦτα Δαρείῳ, ὅπως ἐπισκεψάμενος τὰ τῶν βασιλέων ὑπομνήματα εὕρῃ μηδὲν ἡμᾶς ὧν λέγομεν καταψευσαμένους.
95 Ταῦτʼ εἰπόντων τοῦ τε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα δηλωθῇ Δαρείῳ, παραχρῆμα δʼ αὐτῷ περὶ τούτων ἔγραψαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi