Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

271 εἶτα τὸν τράγον ἰδεῖν ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας, οὗ κλασθέντος ἀναβλαστῆσαι τέσσαρα καθʼ ἕκαστον τῶν ἀνέμων τετραμμένα. ἐξ αὐτῶν δʼ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἀνέγραψεν, ὃ αὐξῆσαν ἔλεγεν αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς θεὸς πολεμήσειν αὐτοῦ τὸ ἔθνος καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συγχεεῖν τὰ περὶ τὸν ναὸν καὶ τὰς θυσίας κωλύσειν γενέσθαι ἐπὶ ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα ἕξ.
272 ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανίηλος ἔγραψε, κρῖναι δʼ αὐτὸν τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν θεὸν οὕτως· τὸν μὲν κριὸν βασιλείας τὰς Μήδων καὶ Περσῶν σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας, τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα· τοῦτον γὰρ διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ.
273 τὸν δὲ τράγον δηλοῦν, ὡς ἐκ τῶν Ἑλλήνων τις βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς κρατήσει τῇ μάχῃ καὶ παραλήψεται τὴν ἡγεμονίαν ἅπασαν.
274 δηλοῦσθαι δʼ ὑπὸ τοῦ μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα τῆς γῆς αὐτῶν ἀποστροφὴν ἑκάστου τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφανίζεσθαι καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας, οὔτε δὲ παῖδας αὐτοῦ τούτους ὄντας οὔτε συγγενεῖς, πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης.
275 γενήσεσθαι δʼ ἐκ τούτων τινὰ βασιλέα τὸν ἐκπολεμήσοντα τό τε ἔθνος καὶ τοὺς νόμους αὐτῶν καὶ τὴν κατὰ τούτους ἀφαιρησόμενον πολιτείαν καὶ συλήσοντα τὸν ναὸν καὶ τὰς θυσίας ἐπʼ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi