Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

258 ἐλπίσας δʼ ὁ Δαρεῖος, ὅτι ῥύσεται τὸ θεῖον αὐτὸν καὶ οὐδὲν μὴ πάθῃ δεινὸν ὑπὸ τῶν θηρίων, ἐκέλευσεν αὐτῷ εὐθύμως φέρειν τὰ συμβαίνοντα· καὶ βληθέντος εἰς τὸν λάκκον σφραγίσας τὸν ἐπὶ τοῦ στομίου κείμενον ἀντὶ θύρας λίθον ἀνεχώρησε, διʼ ὅλης δʼ ἄσιτος τῆς νυκτὸς καὶ ἄυπνος διῆγεν ἀγωνιῶν περὶ τοῦ Δανιήλου·
259 μεθʼ ἡμέραν δὲ ἀναστὰς ἐπὶ τὸν λάκκον ἦλθε καὶ σωζομένην τὴν σφραγῖδα εὑρών, ᾗ σημηνάμενος τὸν λίθον κατελελοίπει, ἀνοίξας ἀνεβόησε καλῶν τὸν Δανίηλον καὶ πυνθανόμενος εἰ σώζεται. τοῦ δὲ ἐπακούσαντος τῷ βασιλεῖ καὶ μηδὲν παθεῖν εἰπόντος, ἐκέλευσεν αὐτὸν ἀνελκυσθῆναι ἐκ τοῦ λάκκου τοῦ τῶν θηρίων.
260 οἱ δὲ ἐχθροὶ θεασάμενοι τὸν Δανίηλον μηδὲν πεπονθότα δεινὸν διὰ μὲν τὸ θεῖον καὶ τὴν τούτου πρόνοιαν οὐκ ἠξίουν αὐτὸν σώζεσθαι, πεπληρωμένους δὲ τοὺς λέοντας τροφῆς μὴ ἅψασθαι μηδὲ προσελθεῖν τῷ Δανιήλῳ νομίζοντες τοῦτο ἔλεγον πρὸς τὸν βασιλέα.
261 ὁ δὲ μισήσας αὐτοὺς τῆς πονηρίας παραβληθῆναι μὲν πολλὰ κελεύει τοῖς λέουσι κρέα, κορεσθέντων δʼ αὐτῶν τοὺς ἐχθροὺς τοῦ Δανιήλου προσέταξεν εἰς τὸν λάκκον βληθῆναι, ὅπως εἰ διὰ κόρον αὐτοῖς οὐ προσήξουσιν οἱ λέοντες μάθοι.
262 σαφὲς δʼ ἐγένετο τῷ Δαρείῳ τῶν σατραπῶν παραβληθέντων τοῖς θηρίοις, ὅτι τὸ θεῖον ἔσωσε τὸν Δανίηλον· οὐδενὸς γὰρ αὐτῶν ἐφείσαντο οἱ λέοντες, ἀλλὰ πάντας διεσπάραττον ὡσανεὶ σφόδρα λιμώττοντες καὶ τροφῆς ἐνδεεῖς. ἠρέθισε δʼ αὐτοὺς οὐ τὸ πεινῆν οἶμαι μικρὸν ἔμπροσθεν ἀφθόνων κρεῶν πεπληρωμένους, ἀλλʼ ἡ τῶν ἀνθρώπων κακία, δήλη γὰρ καὶ τοῖς ἀλόγοις ζῴοις ἦν αὕτη, πρὸς τιμωρίαν ἣ γένοιτο τοῦ θεοῦ προαιρουμένου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi