Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

253 καὶ πρὸς τὸν Δαρεῖον ἐλθόντες ἀπήγγελλον αὐτῷ, ὡς τοῖς σατράπαις αὐτοῦ καὶ τοῖς ἡγεμόσι δόξειεν ἐπὶ τριάκονθʼ ἡμέρας ἀνεῖναι τὸ πλῆθος, ὅπως μήτʼ αὐτῷ τις μήτε τοῖς θεοῖς δεόμενος αὐτῶν καὶ εὐχόμενος εἴη, τὸν μέντοι γε αὐτῶν παραβάντα ταύτην τὴν γνώμην εἰς τὸν τῶν λεόντων ἔκριναν ῥῖψαι λάκκον ἀπολούμενον.
254 Ὁ δὲ βασιλεὺς οὐ συνιδὼν τὴν κακουργίαν οὐδʼ ἐπὶ τὸν Δανίηλον ταῦτα κατεσκευασμένους ὑπονοήσας ἀρέσκεσθαι τοῖς ὑπʼ αὐτῶν ἔφη δεδογμένοις, καὶ κυρώσειν τὴν προαίρεσιν αὐτῶν ἐπαγγελλόμενος προτίθησι πρόγραμμα δηλοῦν τῷ πλήθει τὰ δόξαντα τοῖς σατράπαις.
255 καὶ οἱ μὲν ἄλλοι πάντες φυλαττόμενοι τὰ προστεταγμένα μὴ παραβῆναι ἠρέμουν, Δανιήλῳ δὲ φροντὶς οὐδʼ ἡτισοῦν τούτων ἦν, ἀλλʼ ὡς ἔθος εἶχεν ἱστάμενος ηὔχετο τῷ θεῷ πάντων ὁρώντων.
256 οἱ δὲ σατράπαι τῆς ἀφορμῆς αὐτοῖς ἣν ἐσπούδαζον λαβεῖν ἐπὶ τὸν Δανίηλον παραφανείσης εὐθὺς ἧκον πρὸς τὸν βασιλέα καὶ κατηγόρουν ὡς παραβαίνοντος μόνου τοῦ Δανιήλου τὰ προστεταγμένα· μηδενὸς γὰρ τῶν ἄλλων τολμῶντος προσεύχεσθαι τοῖς θεοῖς, καὶ τοῦτʼ οὐ διʼ ἀσέβειαν, ἀλλὰ διὰ φυλακὴν καὶ διατήρησιν ὑπὸ τοῦ φθόνου·
257 ἀπὸ γὰρ μείζονος ἧς προσεδόκων εὐνοίας τοῦτο ποιεῖν τὸν Δαρεῖον ὑπολαμβάνοντες, ὡς καὶ καταφρονήσαντι τῶν ἐκείνου προσταγμάτων συγγνώμην ἑτοίμως νέμειν, καὶ αὐτὸ τοῦτο βασκαίνοντες τῷ Δανιήλῳ, οὔτε μετεβάλλοντο πρὸς τὸ ἡμερώτερον, ῥίπτειν δʼ αὐτὸν ἠξίουν κατὰ τὸν νόμον εἰς τὸν λάκκον τῶν λεόντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi