Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

229 Μετὰ δὲ τὴν Ναβουχοδονοσόρου τελευτὴν Ἀβιλμαθαδάχος ὁ παῖς αὐτοῦ τὴν βασιλείαν παραλαμβάνει, ὃς εὐθὺς τὸν τῶν Ἱεροσολύμων βασιλέα Ἰεχονίαν τῶν δεσμῶν ἀφεὶς ἐν τοῖς ἀναγκαιοτάτοις τῶν φίλων εἶχε πολλὰς αὐτῷ δωρεὰς δοὺς καὶ ποιήσας αὐτὸν ἐπὶ τῶν ἐν τῇ Βαβυλωνίᾳ βασιλέων·
230 ὁ γὰρ πατὴρ αὐτοῦ τὴν πίστιν οὐκ ἐφύλαξεν Ἰεχονίᾳ παραδόντι μετὰ γυναικῶν καὶ τέκνων καὶ τῆς συγγενείας ὅλης ἑκουσίως αὑτὸν ὑπὲρ τῆς πατρίδος, ὡς ἂν μὴ κατασκαφείη ληφθεῖσα ὑπὸ τῆς πολιορκίας, καθὼς προειρήκαμεν.
231 τελευτήσαντος δὲ Ἀβιλμαθαδάχου μετὰ ἔτη ὀκτωκαίδεκα τῆς βασιλείας Ἠγλίσαρος ὁ παῖς αὐτοῦ τὴν ἀρχὴν παραλαμβάνει, καὶ κατασχὼν αὐτὴν ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον. μετὰ δʼ αὐτὸν εἰς τὸν υἱὸν αὐτοῦ Λαβοσόρδαχον ἀφικνεῖται τῆς βασιλείας ἡ διαδοχή, καὶ μῆνας ποιήσασα παρʼ αὐτῷ τοὺς πάντας ἐννέα τελευτήσαντος αὐτοῦ μεταβαίνει πρὸς Βαλτασάρην τὸν καλούμενον Ναβοάνδηλον παρὰ τοῖς Βαβυλωνίοις.
232 ἐπὶ τοῦτον στρατεύουσι Κῦρός τε ὁ Περσῶν βασιλεὺς καὶ Δαρεῖος ὁ Μήδων. καὶ πολιορκουμένων τοὺς ἐν Βαβυλῶνι θαυμάσιόν τι καὶ τεράστιον θέαμα συνέβη· κατέκειτο δειπνῶν καὶ πίνων ἐν οἴκῳ μεγάλῳ καὶ πρὸς ἑστιάσεις πεποιημένῳ βασιλικὰς μετὰ τῶν παλλακίδων καὶ τῶν φίλων.
233 δόξαν δὲ αὐτῷ κομισθῆναι κελεύει ἐκ τοῦ ἰδίου ναοῦ τὰ τοῦ θεοῦ σκεύη, ἃ συλήσας Ναβουχοδονόσορος ἐκ τῶν Ἱεροσολύμων οὐκ ἐχρῆτο μέν, εἰς δὲ τὸν αὑτοῦ ναὸν κατέθηκεν. αὐτὸς δὲ ὑπὸ θράσους προαχθείς, ὥστε αὐτοῖς χρῆσθαι, μεταξὺ πίνων καὶ βλασφημῶν τὸν θεὸν ἐκ τοῦ τείχους ὁρᾷ χεῖρα προϊοῦσαν καὶ τῷ τοίχῳ τινὰς συλλαβὰς ἐγγράφουσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi