Kitap 10
10
τί τοιγαροῦν βραδύνετε παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κρείττοσι καὶ ληψομένοις ὑμᾶς καὶ μὴ θέλοντας; καίτοι τὸ μὲν ἑκούσιον τῆς παραδόσεως ἀσφαλὲς ὑμῖν, τὸ δὲ ἀκούσιον πολεμουμένοις ἐπικίνδυνον καὶ συμφορῶν αἴτιον φανεῖται.
11
Ταῦτʼ ἀκούσαντες ὅ τε δῆμος καὶ οἱ πρέσβεις τοῦ στρατηγοῦ τῶν Ἀσσυρίων λέγοντος ἀπήγγειλαν Ἐζεκίᾳ. ὁ δὲ πρὸς ταῦτα τὴν βασιλικὴν ἀποδὺς ἐσθῆτα, ἀμφιασάμενος δὲ σάκκους καὶ σχῆμα ταπεινὸν ἀναλαβὼν τῷ πατρίῳ νόμῳ πεσὼν ἐπὶ πρόσωπον τὸν θεὸν ἱκέτευε καὶ βοηθῆσαι τῷ μηδεμίαν ἄλλην ἐλπίδα ἔχοντι σωτηρίας ἠντιβόλει.
12
πέμψας δὲ καὶ τῶν φίλων τινὰς καὶ τῶν ἱερέων πρὸς Ἡσαΐαν τὸν προφήτην ἠξίου δεηθῆναι τοῦ θεοῦ καὶ ποιησάμενον θυσίας ὑπὲρ τῆς κοινῆς σωτηρίας παρακαλεῖν αὐτὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν.
13
ὁ δὲ προφήτης ταῦτα ποιήσας χρηματίσαντος αὐτῷ τοῦ θεοῦ παρεθάρρυνεν αὐτόν τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους προλέγων ἀμαχητὶ τοὺς πολεμίους ἡττηθέντας ἀναχωρήσειν αἰσχρῶς καὶ οὐχὶ μεθʼ οἵου νῦν εἰσι θράσους·
14
τὸν γὰρ θεὸν προνοεῖν ὅπως διαφθαρῶσι· καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων Σεναχείριμον διαμαρτόντα τῶν ἐπὶ τὴν Αἴγυπτον πραγμάτων καὶ ἐπανερχόμενον εἰς τὴν οἰκείαν ἀπολεῖσθαι σιδήρῳ προύλεγεν.
15
Ἔτυχε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ γεγραφὼς τῷ Ἐζεκίᾳ ὁ Ἀσσύριος ἐπιστολάς, ἐν αἷς ἀνόητον μὲν αὐτὸν ἔλεγεν ὑπολαμβάνοντα τὴν ὑπʼ αὐτῷ διαφεύξεσθαι δουλείαν ἔθνη πολλὰ καὶ μεγάλα κεχειρωμένῳ, ἠπείλει δὲ πανωλεθρίᾳ διαφθερεῖν αὐτὸν παραλαβών, εἰ μὴ τὰς πύλας ἀνοίξας ἑκὼν αὐτοῦ δέξεται τὴν στρατιὰν εἰς τὰ Ἱεροσόλυμα.