Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

224 αὐτὸς δʼ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δʼ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου.
225 καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς κατεσκεύασεν ἐν τοῖς πατρικοῖς βασιλείοις ἕτερα βασίλεια ἐχόμενα αὐτῶν, ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν περισσὸν ἴσως ἂν εἴη λέγειν, πλὴν ὅσον τὰ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις πεντεκαίδεκα.
226 ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ἀνῳκοδόμησε τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι, καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειργάσατο καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παράδεισον διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς οἰκείας διαθέσεως ὡς τεθραμμένην ἐν τοῖς κατὰ Μηδίαν τόποις.
227 καὶ Μεγασθένης δὲ ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν μνημονεύει αὐτῶν διʼ ἧς ἀποφαίνειν πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέθει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· καταστρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν.
228 καὶ Διοκλῆς δʼ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν μνημονεύει τούτου τοῦ βασιλέως καὶ Φιλόστρατος ἐν ταῖς Ἰνδικαῖς καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗτος ὁ βασιλεὺς ἐπολιόρκησε τὴν Τύρον ἔτεσι τρισὶ καὶ δέκα βασιλεύοντος κατʼ ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς Τύρου. καὶ τὰ μὲν ὑπὸ πάντων ἱστορούμενα περὶ τούτου τοῦ βασιλέως ταῦτα ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi