Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

 
Τὴν συμμαχίαν δὲ τὴν πρὸς τοὺς Βαβυλωνίους ἐπʼ ἔτη ὀκτὼ κατασχὼν διέλυσε τὰς πρὸς αὐτοὺς πίστεις καὶ τοῖς Αἰγυπτίοις προστίθεται καταλύσειν τοὺς Βαβυλωνίους ἐλπίσας, αἳ μετʼ ἐκείνων ἐγένοντο.
 
μαθὼν δὲ τοῦτο ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτὸν καὶ τὴν χώραν κακώσας αὐτοῦ καὶ τὰ φρούρια λαβὼν ἐπʼ αὐτὴν ἧκε τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν πολιορκήσων αὐτήν.
 
ὁ δʼ Αἰγύπτιος ἀκούσας ἐν οἷς ἐστιν ὁ σύμμαχος αὐτοῦ Σαχχίας ἀναλαβὼν πολλὴν δύναμιν ἧκεν εἰς τὴν Ἰουδαίαν ὡς λύσων τὴν πολιορκίαν. ὁ δὲ Βαβυλώνιος ἀφίσταται τῶν Ἱεροσολύμων, ἀπαντήσας δὲ τοῖς Αἰγυπτίοις καὶ συμβαλὼν αὐτοῖς τῇ μάχῃ νικᾷ καὶ τρεψάμενος αὐτοὺς εἰς φυγὴν ἐξ ὅλης διώκει τῆς Συρίας.
 
ὡς δʼ ἀνεχώρησεν ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἀπὸ τῶν Ἱεροσολύμων, ἐξηπάτησαν οἱ ψευδοπροφῆται τὸν Σαχχίαν λέγοντες οὔτε τὸν Βαβυλώνιον ἔτι αὐτὸν πολεμήσειν καὶ τοὺς ὁμοφύλους, οὓς ἀναστήσειεν ἐκ τῆς οἰκείας εἰς τὴν Βαβυλῶνα, μετὰ πάντων ἀνήξειν τῶν τοῦ ναοῦ σκευῶν, ὧν ἐσύλησεν ὁ βασιλεὺς ἐκ τοῦ νεώ.
 
τἀναντία δὲ τούτων καὶ ἀληθῆ προελθὼν Ἱερεμίας προεφήτευσεν, ὡς ποιοῦσι μὲν κακῶς καὶ ἐξαπατῶσι τὸν βασιλέα, παρὰ δὲ τῶν Αἰγυπτίων οὐδὲν αὐτοῖς ἐστιν ὄφελος, ἀλλὰ νικήσας αὐτοὺς ὁ Βαβυλώνιος ἐπιστρατεύσειν εἰς τὰ Ἱεροσόλυμα μέλλει, καὶ πολιορκήσει τε καὶ τῷ λιμῷ διαφθερεῖ τὸν δῆμον, καὶ τοὺς περιλειφθέντας αἰχμαλώτους ἄξει, καὶ τὰς οὐσίας διαρπάσει, καὶ τὸν ἐν τῷ ναῷ πλοῦτον ἐκφορήσας ἔτι καὶ αὐτὸν ἐμπρήσει καὶ κατασκάψει τὴν πόλιν, καὶ δουλεύσομεν αὐτῷ καὶ τοῖς ἐγγόνοις αὐτοῦ ἐπʼ ἔτη ἑβδομήκοντα.
 
παύσουσι δʼ ἡμᾶς τότε τῆς ὑπʼ αὐτοῖς δουλείας Πέρσαι τε καὶ Μῆδοι καταλύσαντες Βαβυλωνίους, ἀφʼ ὧν εἰς τήνδε ἀπολυθέντες οἰκοδομήσομεν τὸν ναὸν πάλιν καὶ τὰ Ἱεροσόλυμα καταστήσομεν.
 
ταῦτα λέγων ὁ Ἱερεμίας ὑπὸ μὲν τῶν πλειόνων ἐπιστεύετο, οἱ δὲ ἡγεμόνες καὶ οἱ ἀσεβεῖς ὡς ἐξεστηκότα τῶν φρενῶν αὐτὸν οὕτως ἐξεφαύλιζον. δόξαν δὲ αὐτῷ που καὶ εἰς τὴν πατρίδα παραγενέσθαι λεγομένην Ἀναθὼθ σταδίους δʼ ἀπέχουσαν τῶν Ἱεροσολύμων εἴκοσι, συντυχὼν κατὰ τὴν ὁδὸν τῶν ἀρχόντων τις συλλαβὼν κατέσχε συκοφαντῶν ὡς πρὸς τοὺς Βαβυλωνίους αὐτομολοῦντα.
 
ὁ δὲ ψευδῆ μὲν ἐκεῖνον ἔλεγεν αἰτίαν ἐπιφέρειν αὐτῷ, βαδίζειν δʼ αὑτὸν ἔφασκεν εἰς τὴν πατρίδα. ὁ δʼ οὐ πεισθεὶς ἀλλὰ λαβὼν αὐτὸν ἤγαγεν εἰς δίκην πρὸς τοὺς ἄρχοντας, ὑφʼ ὧν πᾶσαν αἰκίαν καὶ βασάνους ὑπομείνας ἐφυλάττετο πρὸς τιμωρίαν. καὶ χρόνον μέν τινα διῆγεν οὕτως ἀδίκως πάσχων τὰ προειρημένα.
 
Ἔτει δʼ ἐνάτῳ τῆς Σαχχίου βασιλείας καὶ ἡμέρᾳ δεκάτῃ τοῦ δεκάτου μηνὸς στρατεύει τὸ δεύτερον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ προσκαθίσας αὐτῇ μῆνας ὀκτωκαίδεκα μετὰ πάσης πολιορκεῖ φιλοτιμίας. συνεπέθετο δὲ εἰς ταὐτὸ πολιορκουμένοις τοῖς Ἱεροσολύμοις δύο τὰ μέγιστα τῶν παθῶν, λιμὸς καὶ φθορὰ λοιμικὴ ἐνσκήψαντα σφοδρῶς.
 
ἐν δὲ τῇ εἱρκτῇ τυγχάνων ὁ προφήτης Ἱερεμίας οὐχ ἡσύχαζεν, ἀλλʼ ἐκεκράγει καὶ ἐκήρυσσε παραινῶν τῷ πλήθει δέξασθαι τὸν Βαβυλώνιον ἀνοίξαντας τὰς πύλας· σωθήσεσθαι γὰρ αὐτοὺς πανοικὶ τοῦτο πράξαντας, εἰ δὲ μή, διαφθαρήσεσθαι.
 
προύλεγεν δʼ ὡς εἰ μὲν ἐπιμένοι τις ἐν τῇ πόλει πάντως ἀπολεῖται θατέρῳ ἢ λιμῷ δαπανηθεὶς ἢ σιδήρῳ τῷ τῶν πολεμίων, εἰ δὲ φύγοι πρὸς τοὺς πολεμίους, διαδράσεται τὸν θάνατον.
 
οὐδὲ ἐν αὐτοῖς δὲ ὄντες τοῖς δεινοῖς ἐπίστευον οἱ ταῦτʼ ἀκούοντες τῶν ἡγεμόνων, ἀλλὰ μετʼ ὀργῆς ἀπήγγελλον ἐλθόντες πρὸς τὸν βασιλέα, καὶ κατηγοροῦντες κατῃτιῶντο κτεῖναι τὸν προφήτην ὡς μεμηνότα καὶ τὰς ψυχὰς αὐτῶν προκατακλῶντα καὶ ταῖς τῶν χειρόνων καταγγελίαις τὸ πρόθυμον ἐκλύοντα τοῦ πλήθους· ἕτοιμον γὰρ εἶναι αὐτὸ ὑπὲρ αὐτοῦ καὶ τῆς πατρίδος κινδυνεῦσαι, ὁ δὲ παρῄνει πρὸς τοὺς πολεμίους φεύγειν ἁλώσεσθαι λέγων τὴν πόλιν καὶ πάντας ἀπολεῖσθαι.
 
Ὁ δὲ βασιλεὺς αὐτὸς μὲν ὑπὸ χρηστότητος καὶ δικαιοσύνης οὐδὲν ἰδίᾳ παρωξύνθη, ἵνα δὲ μὴ τοῖς ἡγεμόσιν ἀπεχθάνηται παρὰ τοιοῦτον καιρὸν ἀντιπράττων αὐτῶν τῇ προαιρέσει, τὸν προφήτην ἐφῆκεν αὐτοῖς ποιεῖν ὅτι ἂν θέλωσιν.
 
ὡς δὲ τοῦτο ἐφέντος αὐτοῖς τοῦ βασιλέως εὐθὺς εἰς τὴν εἱρκτὴν εἰσελθόντες καὶ παραλαβόντες αὐτὸν εἴς τινα λάκκον βορβόρου πλήρη καθίμησαν, ὅπως ἰδίῳ θανάτῳ πνιγεὶς ἀποθάνῃ. ὁ δὲ πρὸ τοῦ αὐχένος ὑπὸ τοῦ πηλοῦ περισχεθεὶς ἐν τούτοις ἦν.
 
τῶν δʼ οἰκετῶν τις τοῦ βασιλέως ἐν τιμῇ τυγχάνων Αἰθίοψ τὸ γένος τὸ περὶ τὸν προφήτην πάθος ἀπήγγειλε τῷ βασιλεῖ φάσκων οὐκ ὀρθῶς ταῦτα τοὺς φίλους καὶ τοὺς ἡγεμόνας αὐτοῦ πεποιηκέναι καταποντίσαντας εἰς βόρβορον τὸν προφήτην καὶ τοῦ διὰ τῶν δεσμῶν θανάτου πικρότερον οὕτως ἐσόμενον ἐπινοήσαντας κατʼ αὐτοῦ.
 
ταῦτʼ ἀκούσας ὁ βασιλεὺς καὶ μετανοήσας ἐν τῷ παραδοῦναι τὸν προφήτην τοῖς ἡγεμόσιν ἐκέλευσε τὸν Αἰθίοπα τριάκοντα τῶν βασιλικῶν παραλαβόντα καὶ σχοίνους καὶ πᾶν ὃ πρὸς τὴν τοῦ προφήτου σωτηρίαν ἐπινοεῖν χρήσιμον μετὰ σπουδῆς ἀνελκύσαι τὸν Ἱερεμίαν. ὁ δʼ Αἰθίοψ παραλαβὼν οὓς ἐπετάγη ἀνέσπασεν ἐκ τοῦ βορβόρου τὸν προφήτην καὶ διαφῆκεν ἀφύλακτον.
 
Μεταπεμψαμένου δʼ αὐτὸν κρύφα τοῦ βασιλέως καὶ τί δύναται φράζειν αὐτῷ παρὰ τοῦ θεοῦ καὶ πρὸς τὰ παρόντα σημαίνειν ἐρομένου, ἔχειν μὲν ἔλεγεν, οὐ πιστευθήσεσθαι δʼ εἰπὼν οὐδὲ παραινέσας ἀκουσθήσεσθαι, ἀλλʼ ὡς δὴ μέγα κακόν τι εἰργασμένον ἀπολέσαι διέγνωσαν οἱ σοὶ φίλοι , φησί, καὶ ποῦ νῦν εἰσιν οἱ τὸν Βαβυλώνιον οὐκέθʼ ἡμῖν ἐπιστρατεύσειν φάσκοντες καὶ ἀπατῶντες ὑμᾶς; εὐλαβοῦμαι δὲ νῦν γε τὴν ἀλήθειαν εἰπεῖν, μή με κατακρίνῃς θανάτῳ. τοῦ δὲ βασιλέως ὅρκους αὐτῷ δόντος,
 
ὡς οὔτε αὐτὸς αὐτὸν ἀναιρήσει οὔτε τοῖς ἡγεμόσιν ἐκδώσει, θαρσήσας τῇ δεδομένῃ πίστει συνεβούλευσεν αὐτῷ παραδοῦναι τὴν πόλιν τοῖς Βαβυλωνίοις·
 
ταῦτα δὲ αὐτῷ τὸν θεὸν διʼ αὐτοῦ προφητεύειν ἔλεγεν, εἴ γε βούλεται σώζεσθαι καὶ τὸν ἐφεστῶτα κίνδυνον διαφυγεῖν καὶ μήτε τὴν πόλιν εἰς ἔδαφος πεσεῖν, μήτε τὸν ναὸν ἐμπρησθέντα γὰρ αὐτὸν τούτων παραίτιον ἔσεσθαι τῶν κακῶν τοῖς πολίταις καὶ αὑτῷ πανοικὶ τῆς συμφορᾶς.
 
ὁ δὲ ταῦτʼ ἀκούσας βούλεσθαι μὲν αὐτὸς ἔφη ποιεῖν ἃ παραινεῖ καὶ λέγει συνοίσειν αὐτῷ γινόμενα, δεδιέναι δὲ τοὺς αὐτομολήσαντας τῶν ὁμοφύλων πρὸς τοὺς Βαβυλωνίους, μὴ διαβληθεὶς ὑπʼ αὐτῶν τῷ βασιλεῖ κολασθῇ.
 
παρεθάρσυνε δὲ αὐτὸν ὁ προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν· οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτʼ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας, μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ.
 
καὶ τὸν μὲν Ἱερεμίαν ταῦτʼ εἰπόντα ὁ βασιλεὺς ἀπέλυσεν προστάξας αὐτῷ πρὸς μηδένα τῶν πολιτῶν ἐξενεγκεῖν τὰ δόξαντʼ αὐτοῖς, ἀλλὰ μηδὲ τοῖς ἡγεμόσιν, εἰ μαθόντες αὐτὸν ὑπʼ αὐτοῦ μετάπεμπτον γεγονέναι πυνθάνονται τί κληθεὶς εἴποι πρὸς αὐτόν, φράζειν τι τούτων, ἀλλὰ σκήπτεσθαι πρὸς αὐτούς, ὅτι δεηθείη μὴ ἐν δεσμῷ τυγχάνειν καὶ φυλακῇ.
 
καὶ δὴ τοῦτο πρὸς αὐτοὺς ἔλεγεν· ἐπυνθάνοντο γὰρ ἐλθόντες πρὸς τὸν προφήτην, τί περὶ αὐτῶν ἀφίκοιτο πρὸς τὸν βασιλέα σκήπτεσθαι. ταῦτα μὲν οὕτως ἐλέχθη.
 
Τῆς δὲ πολιορκίας τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος ἐντεταμένως σφόδρα καὶ προθύμως εἴχετο· πύργους τε γὰρ μεγάλων οἰκοδομήσας χωμάτων ἀπʼ αὐτῶν ἀνεῖργε τοὺς τοῖς τείχεσιν ἐφεστῶτας, καὶ πολλὰ περὶ τὸν κύκλον ὅλον ἤγειρε χώματα τοῖς τείχεσι τὸ ὕψος ἴσα.
 
καρτερῶς δὲ καὶ προθύμως ἔφερον οἱ ἐντὸς τὴν πολιορκίαν· ἔκαμνον γὰρ οὔτε πρὸς τὸν λιμὸν οὔτε πρὸς τὴν νόσον τὴν λοιμικήν, ἀλλὰ καίπερ ἔνδον ὑπὸ τούτων ἐλαυνόμενοι τῶν παθῶν τὰς ψυχὰς ἔρρωντο πρὸς τὸν πόλεμον, μήτε πρὸς τὰς ἐπινοίας τῶν ἐχθρῶν καὶ τὰ μηχανήματα καταπληττόμενοι, ἀλλʼ ἀντιμηχανήματα πρὸς πάντα τὰ παρʼ ἐκείνων ἀντεπινοοῦντες·
 
ὡς εἶναι τὸν ὅλον ἀγῶνα καὶ τοῖς Βαβυλωνίοις καὶ τοῖς Ἱεροσολυμίταις τῆς ὀξύτητος καὶ συνέσεως, τῶν μὲν πλέον ἐν ταύτῃ δυνηθῆναι τὴν ἀναίρεσιν οἰομένων εἶναι τῆς πόλεως, τῶν δὲ τὴν σωτηρίαν ἐν οὐκ ἄλλῳ τιθεμένων ἢ ἐν τῷ μὴ καμεῖν μηδʼ ἀπειπεῖν ἀντεφευρίσκοντας οἷς μάταια τὰ τῶν ἐχθρῶν ἀπελεγχθήσεται μηχανήματα.
 
καὶ ταῦθʼ ὑπέμειναν ἐπὶ μῆνας ὀκτωκαίδεκα ἕως οὗ διεφθάρησαν ὑπὸ τοῦ λιμοῦ καὶ τῶν βελῶν, ἅπερ ἀπὸ τῶν πύργων εἰς αὐτοὺς ἠκόντιζον οἱ πολέμιοι.
 
Ἡιρέθη δʼ ἡ πόλις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας τοῦ τετάρτου μηνὸς τῇ ἐνάτῃ ἡμέρᾳ. εἷλον δʼ οὖν οἱ ἡγεμόνες τῶν Βαβυλωνίων, οἷς ἐπίστευσε τὴν πολιορκίαν ὁ Ναβουχοδονόσορος· αὐτὸς γὰρ ἐν Ἀραβαθᾶ διέτριβε πόλει. τὰ δὲ τῶν ἡγεμόνων ὀνόματα, εἴ τις ἐπιζητήσειε γνῶναι, οἵτινες τὰ Ἱεροσόλυμα πορθήσαντες ὑπέταξαν, ἦν Ῥεγάλσαρος, Ἀρέμαντος, Σεμέγαρος, Ναβώσαρις, Ἀχαράμψαρις.
 
ἁλούσης δὲ τῆς πόλεως περὶ μέσην νύκτα καὶ τῶν ἡγεμόνων τῶν πολεμίων εἰσελθόντων εἰς τὸ ἱερὸν γνοὺς ὁ Σαχχίας ὁ βασιλεύς, παραλαβὼν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τοὺς ἡγεμόνας καὶ τοὺς φίλους φεύγει μετʼ αὐτῶν ἐκ τῆς πόλεως διὰ τῆς καρτερᾶς φάραγγος καὶ διὰ τῆς ἐρήμου.
 
φρασάντων δὲ τοῦτό τινων αὐτομόλων τοῖς Βαβυλωνίοις ὑπὸ τὸν ὄρθρον ὥρμησαν διώκειν αὐτόν, καταλαβόντες δὲ οὐκ ἄπωθεν Ἱεριχοῦντος ἐκυκλώσαντο αὐτόν· οἱ δὲ φίλοι καὶ οἱ ἡγεμόνες οἱ συμφυγόντες τῷ Σαχχίᾳ ἐπεὶ τοὺς πολεμίους ἐγγὺς ὄντας εἶδον, καταλιπόντες αὐτὸν διεσπάρησαν ἄλλος ἀλλαχοῦ καὶ σώζειν ἑαυτὸν ἕκαστος ἔγνω.
 
περιλειφθέντα τε αὐτὸν σὺν ὀλίγοις ζωγρήσαντες οἱ πολέμιοι μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν ἤγαγον πρὸς τὸν βασιλέα. παραγενόμενον δʼ αὐτὸν ὁ Ναβουχοδονόσαρος ἀσεβῆ καὶ παράσπονδον ἀποκαλεῖν ἤρξατο καὶ ἀμνήμονα τῶν πρόσω λόγων, οὓς ἐποιήσατο σώζειν αὐτῷ τὴν χώραν ὑποσχόμενος.
 
ὠνείδιζε δὲ καὶ ἀχαριστίαν παρʼ αὐτοῦ μὲν λαβόντι τὴν βασιλείαν, Ἰωακείμου γὰρ αὐτὴν οὖσαν ἀφελόμενον ἐκείνῳ δοῦναι, χρησαμένῳ δὲ τῇ δυνάμει κατὰ τοῦ παρασχόντος· ἀλλὰ μέγας, εἶπεν, ὁ θεός, ὃς μισήσας σου τὸν τρόπον ὑποχείριον ἡμῖν ἔθηκε.
 
χρησάμενος δὲ τούτοις πρὸς Σαχχίαν τοῖς λόγοις τοὺς υἱοὺς ἐκέλευσεν ἀνελεῖν καὶ τοὺς φίλους παραχρῆμα αὐτοῦ τε Σαχχίου καὶ τῶν ἄλλων αἰχμαλώτων βλεπόντων, ἔπειτα τοὺς ὀφθαλμοὺς ἐκκόψας τοῦ Σαχχίου δήσας ἤγαγεν εἰς Βαβυλῶνα.
 
καὶ ταῦτʼ αὐτῷ συνέβη, ἃ Ἱερεμίας τε καὶ Ἰεζεκίηλος προεφήτευσαν αὐτῷ, ὅτι συλληφθεὶς ἀχθήσεται πρὸς τὸν Βαβυλώνιον καὶ λαλήσει αὐτῷ κατὰ στόμα καὶ ὄψεται τοῖς ὀφθαλμοῖς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ταῦτα μὲν Ἱερεμίας εἶπε, τυφλωθεὶς δὲ καὶ ἀχθεὶς εἰς Βαβυλῶνα ταύτην οὐκ εἶδε καθὼς Ἰεζεκίηλος προεῖπε.
 
Ταῦτα μὲν οὖν ἱκανῶς ἐμφανίσαι δυνάμενα τὴν τοῦ θεοῦ φύσιν τοῖς ἀγνοοῦσιν εἰρήκαμεν, ὅτι ποικίλη τέ ἐστι καὶ πολύτροπος καὶ καθʼ ὥραν ἀπαντᾷ τεταγμένως, ἅ τε δεῖ γενέσθαι προλέγει, τήν τε τῶν ἀνθρώπων ἄγνοιαν καὶ ἀπιστίαν, ὑφʼ ἧς οὐδὲν προϊδεῖν εἰάθησαν τῶν ἀποβησομένων, ἀφύλακτοι δὲ ταῖς συμφοραῖς παρεδόθησαν, ὡς ἀμήχανον αὐτοῖς εἶναι τὴν ἐξ αὐτῶν πεῖραν διαφυγεῖν.
 
Οἱ μὲν οὖν ἐκ τοῦ Δαυίδου γένους βασιλεύσαντες οὕτως κατέστρεψαν τὸν βίον, εἴκοσι μὲν καὶ εἷς γενόμενοι μέχρι τοῦ τελευταίου βασιλέως, ἔτη δὲ πάντες βασιλεύσαντες πεντακόσια καὶ δεκατέσσαρα καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἐξ ὧν εἴκοσι τὴν ἀρχὴν κατέσχεν ὁ πρῶτος αὐτῶν βασιλεὺς Σαοῦλος οὐκ ἐκ τῆς αὐτῆς φυλῆς ὑπάρχων.
 
Ὁ δὲ Βαβυλώνιος πέμπει τὸν αὑτοῦ στρατηγὸν Ναβουζαρδάνην εἰς Ἱεροσόλυμα συλήσοντα τὸν ναόν, προστάξας ἅμα καὶ καταπρῆσαι αὐτόν τε καὶ τὰ βασίλεια τήν τε πόλιν εἰς ἔδαφος καθελεῖν καὶ τὸν λαὸν εἰς τὴν Βαβυλωνίαν μεταστῆσαι.
 
ὃς γενόμενος ἐν τοῖς Ἱεροσολύμοις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας συλᾷ τε τὸν ναὸν καὶ βαστάζει τὰ σκεύη τοῦ θεοῦ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ δὴ καὶ τὸν μέγαν λουτῆρα, ὃν Σολόμων ἀνέθηκεν, ἔτι γε μὴν τοὺς στύλους τοὺς χαλκοῦς καὶ τὰς κεφαλὰς αὐτῶν τάς τε χρυσᾶς τραπέζας καὶ τὰς λυχνίας.
 
βαστάσας δὴ ταῦτα ἀνῆψε τὸν ναὸν μηνὶ πέμπτῳ τῇ νουμηνίᾳ ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας, ὀκτωκαιδεκάτῳ δὲ τῆς Ναβουχοδονοσόρου· ἐνέπρησε δὲ καὶ τὰ βασίλεια καὶ τὴν πόλιν κατέστρεψεν.
 
ἐνεπρήσθη δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν ὁ πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi