Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

178 ταῦτα εἰπὼν τῷ Ἰωάννῃ καὶ τῷ λαῷ τὸν θεὸν αὐτοῖς προλέγειν ὁ προφήτης οὐκ ἐπιστεύετο, ὡς κατὰ ἐντολὴν τὴν ἐκείνου μένειν αὐτοὺς ἐν τῇ χώρᾳ κελεύει, χαριζόμενον δὲ Βαρούχῳ τῷ ἰδίῳ μαθητῇ καταψεύδεσθαι μὲν τοῦ θεοῦ, πείθειν δὲ μένειν αὐτόθι, ὡς ἂν ὑπὸ τῶν Βαβυλωνίων διαφθαρῶσι.
179 παρακούσας οὖν ὅ τε λαὸς καὶ Ἰωάννης τῆς τοῦ θεοῦ συμβουλίας, ἣν αὐτοῖς διὰ τοῦ προφήτου παρῄνεσεν, ἀπῆρεν εἰς τὴν Αἴγυπτον ἄγων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαροῦχον.
180 Γενομένων δὲ αὐτῶν ἐκεῖ σημαίνει τὸ θεῖον τῷ προφήτῃ μέλλοντα στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους τὸν βασιλέα τῶν Βαβυλωνίων, καὶ προειπεῖν ἐκέλευε τῷ λαῷ τήν τε ἅλωσιν τῆς Αἰγύπτου, καὶ ὅτι τοὺς μὲν αὐτῶν ἀποκτενεῖ, τοὺς δὲ αἰχμαλώτους λαβὼν εἰς Βαβυλῶνα ἄξει.
181 καὶ ταῦτα συνέβη· τῷ γὰρ πέμπτῳ τῆς Ἱεροσολύμων πορθήσεως ἔτει, ὅ ἐστι τρίτον καὶ εἰκοστὸν τῆς Ναβουχοδονοσόρου βασιλείας, στρατεύει Ναβουχοδονόσορος ἐπὶ τὴν κοίλην Συρίαν, καὶ κατασχὼν αὐτὴν ἐπολέμησε καὶ Μωαβίταις καὶ Ἀμμανίταις.
182 ποιησάμενος δὲ ὑπήκοα ταῦτα τὰ ἔθνη ἐνέβαλεν εἰς τὴν Αἴγυπτον καταστρεψόμενος αὐτήν, καὶ τὸν μὲν τότε βασιλέα κτείνει, καταστήσας δὲ ἕτερον τοὺς ἐν αὐτῇ πάλιν Ἰουδαίους αἰχμαλωτίσας ἤγαγεν εἰς Βαβυλῶνα.
183 καὶ τὸ μὲν Ἑβραίων γένος ἐν τοιούτῳ τέλει γενόμενον παρειλήφαμεν δὶς ἐλθὸν πέραν Εὐφράτου· ὑπὸ Ἀσσυρίων μὲν γὰρ ἐξέπεσεν ὁ τῶν δέκα φυλῶν λαὸς ἀπὸ Σαμαρείας βασιλεύοντος αὐτῶν Ὠσήου, ἔπειτα τῶν δύο φυλῶν ὑπὸ Ναβουχοδονοσόρου τοῦ τῶν Βαβυλωνίων βασιλέως καὶ τῶν Χαλδαίων ὃς ὑπελείφθη τῶν Ἱεροσολύμων ἁλόντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi