Kitap 10
174
οἱ δὲ αἰχμαλωτισθέντες ὑπὸ Ἰσμαήλου τὸν Ἰωάννην ἰδόντες καὶ τοὺς ἡγεμόνας εὐθύμως διετέθησαν βοήθειαν αὑτοῖς ἥκειν ὑπολαμβάνοντες, καὶ καταλιπόντες τὸν αἰχμαλωτίσαντα πρὸς Ἰωάννην ἀνεχώρησαν. Ἰσμάηλος μὲν οὖν μετʼ ἀνδρῶν ὀκτὼ φεύγει πρὸς τὸν τῶν Ἀμμανιτῶν βασιλέα.
175
ὁ δὲ Ἰωάννης παραλαβὼν οὓς ἀνέσωσεν ἐκ τῶν Ἰσμαήλου χειρῶν καὶ τοὺς εὐνούχους καὶ τὰς γυναῖκας καὶ τὰ νήπια εἴς τινα τόπον Μάνδρα λεγόμενον παραγίνεται. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἐπέμεινεν αὐτόθι, διεγνώκεισαν δʼ ἐκεῖθεν ἄραντες εἰς Αἴγυπτον ἐλθεῖν φοβούμενοι, μὴ κτείνωσιν αὐτοὺς οἱ Βαβυλώνιοι μείναντας ἐν τῇ χώρᾳ ὑπὲρ Γαδαλία τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος ὀργισθέντες πεφονευμένου.
176
Ὄντων δʼ ἐπὶ ταύτης τῆς βουλῆς προσίασιν Ἱερεμίᾳ τῷ προφήτῃ Ἰωάννης ὁ τοῦ Καρίου καὶ οἱ ἡγεμόνες οἱ σὺν αὐτῷ παρακαλοῦντες δεηθῆναι τοῦ θεοῦ, ὅπως ἀμηχανοῦσιν αὐτοῖς περὶ τοῦ τί χρὴ ποιεῖν τοῦτʼ αὐτοῖς ὑποδείξῃ, ὀμόσαντες ποιήσειν ὅ τι ἂν αὐτοῖς Ἱερεμίας εἴπῃ.
177
ὑποσχομένου δὲ τοῦ προφήτου διακονήσειν αὐτοῖς πρὸς τὸν θεὸν συνέβη μετὰ δέκα ἡμέρας αὐτῷ φανέντα τὸν θεὸν εἰπεῖν δηλῶσαι Ἰωάννῃ καὶ τοῖς ἄλλοις ἡγεμόσι καὶ τῷ λαῷ παντί, ὅτι μένουσι μὲν αὐτοῖς ἐν ἐκείνῃ τῇ χώρᾳ παρέσται καὶ πρόνοιαν ἕξει καὶ τηρήσει παρὰ τῶν Βαβυλωνίων οὓς δεδίασιν ἀπαθεῖς, πορευομένους δὲ εἰς Αἴγυπτον ἀπολείψει καὶ ταὐτὰ διαθήσει ὀργισθείς, ἃ καὶ τοὺς ἀδελφοὺς αὑτῶν ἔμπροσθεν οἴδατε πεπονθότας.