Kitap 10
120
Ὁ δὲ βασιλεὺς αὐτὸς μὲν ὑπὸ χρηστότητος καὶ δικαιοσύνης οὐδὲν ἰδίᾳ παρωξύνθη, ἵνα δὲ μὴ τοῖς ἡγεμόσιν ἀπεχθάνηται παρὰ τοιοῦτον καιρὸν ἀντιπράττων αὐτῶν τῇ προαιρέσει, τὸν προφήτην ἐφῆκεν αὐτοῖς ποιεῖν ὅτι ἂν θέλωσιν.
121
ὡς δὲ τοῦτο ἐφέντος αὐτοῖς τοῦ βασιλέως εὐθὺς εἰς τὴν εἱρκτὴν εἰσελθόντες καὶ παραλαβόντες αὐτὸν εἴς τινα λάκκον βορβόρου πλήρη καθίμησαν, ὅπως ἰδίῳ θανάτῳ πνιγεὶς ἀποθάνῃ. ὁ δὲ πρὸ τοῦ αὐχένος ὑπὸ τοῦ πηλοῦ περισχεθεὶς ἐν τούτοις ἦν.
122
τῶν δʼ οἰκετῶν τις τοῦ βασιλέως ἐν τιμῇ τυγχάνων Αἰθίοψ τὸ γένος τὸ περὶ τὸν προφήτην πάθος ἀπήγγειλε τῷ βασιλεῖ φάσκων οὐκ ὀρθῶς ταῦτα τοὺς φίλους καὶ τοὺς ἡγεμόνας αὐτοῦ πεποιηκέναι καταποντίσαντας εἰς βόρβορον τὸν προφήτην καὶ τοῦ διὰ τῶν δεσμῶν θανάτου πικρότερον οὕτως ἐσόμενον ἐπινοήσαντας κατʼ αὐτοῦ.
123
ταῦτʼ ἀκούσας ὁ βασιλεὺς καὶ μετανοήσας ἐν τῷ παραδοῦναι τὸν προφήτην τοῖς ἡγεμόσιν ἐκέλευσε τὸν Αἰθίοπα τριάκοντα τῶν βασιλικῶν παραλαβόντα καὶ σχοίνους καὶ πᾶν ὃ πρὸς τὴν τοῦ προφήτου σωτηρίαν ἐπινοεῖν χρήσιμον μετὰ σπουδῆς ἀνελκύσαι τὸν Ἱερεμίαν. ὁ δʼ Αἰθίοψ παραλαβὼν οὓς ἐπετάγη ἀνέσπασεν ἐκ τοῦ βορβόρου τὸν προφήτην καὶ διαφῆκεν ἀφύλακτον.