Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

91 καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατʼ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν.
92 ἔλεγον γὰρ οὐ μόνον τοῦτον προλέγειν τῇ πόλει τὰ μέλλοντα, ἀλλὰ καὶ Μιχαίαν πρὸ αὐτοῦ ταῦτα κατηγγελκέναι καὶ πολλοὺς ἄλλους, ὧν οὐδεὶς ὑπὸ τῶν τότε βασιλέων οὐδὲν ἔπαθεν, ἀλλʼ ὡς προφήτης τοῦ θεοῦ τιμῆς ἔτυχε.
93 τούτοις καταπραΰναντες τὸ πλῆθος τοῖς λόγοις ἐρρύσαντο τῆς κατεψηφισμένης αὐτοῦ κολάσεως τὸν Ἱερεμίαν, ὃς ἁπάσας αὑτοῦ τὰς προφητείας συγγραψάμενος νηστεύοντος τοῦ δήμου καὶ ἐκκλησιάζοντος ἐν τῷ ἱερῷ μηνὶ ἐνάτῳ τοῦ πέμπτου ἔτους τῆς Ἰωακείμου βασιλείας ἀνέγνω τὴν βίβλον, ἣν περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ πόλει καὶ τῷ ναῷ καὶ τοῖς ὄχλοις ἦν συντεταχώς.
94 ἀκούσαντες δʼ οἱ ἡγεμόνες λαμβάνουσι παρʼ αὐτοῦ τὸ βιβλίον καὶ κελεύουσιν αὐτόν τε καὶ τὸν γραμματέα Βαροῦχον ἐκποδὼν αὑτοὺς ποιῆσαι, μή τισι δῆλοι γένωνται, τὸ δὲ βιβλίον αὐτοὶ φέροντες τῷ βασιλεῖ διδόασιν. ὁ δὲ παρόντων αὐτῷ τῶν φίλων ἐκέλευσε τὸν αὑτοῦ γραμματέα λαβόντα ἀναγνῶναι.
95 ἀκούσας δὲ τῶν ἐν τῷ βιβλίῳ καὶ ὀργισθεὶς ὁ βασιλεὺς διέρρηξέ τε καὶ βαλὼν εἰς πῦρ ἠφάνισε, ζητηθέντας δὲ τόν τε Ἱερεμίαν καὶ τὸν γραμματέα Βαροῦχον ἐκέλευσεν ἀχθῆναι πρὸς αὐτὸν κολασθησομένους. οὗτοι μὲν οὖν διαφεύγουσιν αὐτοῦ τὴν ὀργήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi