Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

59 ἀκούσας δὲ καὶ περιρρηξάμενος τὴν ἐσθῆτα τὸν ἀρχιερέα καλέσας Ἐλιακίαν καὶ αὐτὸν τὸν γραμματέα καὶ τῶν ἀναγκαιοτάτων φίλων τινὰς ἔπεμψε πρὸς τὴν προφῆτιν Ὀολδά, γυναῖκα δὲ Σαλλούμου τῶν ἐν δόξῃ τινὸς καὶ διʼ εὐγένειαν ἐπιφανοῦς, καὶ προσελθόντας ἐκέλευε λέγειν ἱλάσκεσθαι τὸν θεὸν καὶ πειρᾶσθαι ποιεῖν εὐμενῆ· δέος γὰρ εἶναι, μὴ παραβάντων τοὺς Μωυσέος νόμους τῶν προγόνων αὐτῶν κινδυνεύσωσιν ἀνάστατοι γενέσθαι καὶ τῆς οἰκείας ἐκπεσόντες ἐπʼ ἀλλοτρίας ἔρημοι πάντων καταστρέψωσιν οἰκτρῶς τὸν βίον.
60 ἀκούσασα δʼ ἡ προφῆτις παρὰ τῶν πεμφθέντων ταῦτα διʼ αὐτῶν ὧν ἐπέστειλεν ὁ βασιλεὺς ἐκέλευσεν αὐτοὺς ἀπελθόντας πρὸς τὸν βασιλέα λέγειν, ὅτι τὸ μὲν θεῖον ἤδη κατʼ αὐτῶν ψῆφον ἤνεγκεν, ἣν οὐχ ἱκεσίαις ἄν τις ἄκυρον ποιήσειεν, ἀπολέσαι τὸν λαὸν καὶ τῆς χώρας ἐκβαλεῖν καὶ πάντων ἀφελέσθαι τῶν νῦν παρόντων ἀγαθῶν παραβάντας τοὺς νόμους καὶ τοσούτῳ μεταξὺ χρόνῳ μὴ μετανοήσαντας, τῶν τε προφητῶν τοῦτο παραινούντων σωφρονεῖν καὶ τὴν ἐπὶ τοῖς ἀσεβήμασι τιμωρίαν προλεγόντων·
61 ἥν, ἵνα πεισθῶσιν, ὅτι θεός ἐστι καὶ οὐδὲν ἐψεύδετο τούτων ὧν αὐτοῖς διὰ τῶν προφητῶν κατήγγειλε, πάντως αὐτοῖς ποιήσειν. διʼ αὐτὸν μέντοι δίκαιον γενόμενον ἐφέξειν ἔτι τὰς συμφοράς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν τὰ κατεψηφισμένα πάθη τοῖς ὄχλοις ἐπιπέμψειν.
62 Οἱ μὲν οὖν τῆς γυναικὸς προφητευσάσης ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. ὁ δὲ περιπέμψας πανταχοῦ τὸν λαὸν ἐκέλευε συνελθεῖν εἰς Ἱεροσόλυμα τούς θʼ ἱερεῖς καὶ τοὺς Λευίτας, πᾶσαν ἡλικίαν παρεῖναι προστάξας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi