Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

322 Περὶ μέντοι τῶν ἱερωμάτων ἐκέλευεν ἔρευναν ποιεῖσθαι· δεξαμένου δὲ Λαβάνου τὴν ἔρευναν Ῥαχήλα πυνθανομένη κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου· ἐκαθέζετο δὲ φάσκουσα τὴν κατὰ φύσιν κάθαρσιν αὐτῇ ἐνοχλεῖν.
323 καὶ Λάβανος μὲν ἀφίσταται τῆς ἐπὶ πλεῖον ἐρεύνης οὐκ ἂν οἰηθεὶς τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς τύποις προσελθεῖν, ποιεῖται δʼ ὅρκους πρὸς Ἰάκωβον οὐδενὸς αὐτῷ μνησικακήσειν τῶν γενομένων, ἀλλὰ κἀκεῖνος ἀγαπήσειν αὐτοῦ τὰς θυγατέρας.
324 καὶ τὰς πίστεις τὰς ἐπὶ τούτοις ἐποιήσαντο ὑπὲρ ὀρῶν τινων, ἐφʼ οἷς στήλην ἀνέθεσαν κατὰ βωμοῦ σχῆμα, ὅθεν Γαλάδην λέγεται βουνός, ἀφʼ οὗ καὶ νῦν Γαλαδηνὴν καλοῦσι τὴν γῆν. ἑστιαθέντων δὲ ἐπὶ τοῖς ὅρκοις ὁ μὲν Λάβανος ἀνέζευξεν.
325 Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον· καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος δὲ εἰδέναι, τί ὁ ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν.
326 ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην ἐπανήκοι γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi