Kitap 1
304
καὶ γενομένου παιδὸς ἄρρενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἐπεστραμμένου τοῦ ἀνδρὸς Ῥούβηλον ὀνομάζει τὸν υἱόν, διότι κατʼ ἔλεον αὐτῇ τοῦ θεοῦ γένοιτο· τοῦτο γὰρ σημαίνει τὸ ὄνομα. τεκνοῦνται δὲ αὐτοῖς καὶ τρεῖς ἕτεροι μετὰ χρόνον· Σεμεών, ἀποσημαίνει δὲ τὸ ὄνομα τὸ ἐπήκοον αὐτῇ τὸν θεὸν γεγονέναι, εἶτα Λευίς, κοινωνίας οἷον βεβαιωτής, μεθʼ ὃν Ἰούδας, εὐχαριστίαν τοῦτο δηλοῖ.
305
Ῥαχήλα δὲ φοβουμένη, μὴ διὰ τὴν εὐτεκνίαν τῆς ἀδελφῆς ἥττονος παρὰ τἀνδρὸς μοίρας τυγχάνῃ, παρακατακλίνει τῷ Ἰακώβῳ τὴν αὑτῆς θεραπαινίδα Βάλλαν. ἐγένετο δὲ παιδίον ἐξ αὐτῆς Δάν, θεόκριτον ἄν τινες εἴποιεν κατὰ τὴν Ἑλλήνων γλῶτταν· καὶ μετʼ αὐτὸν Νεφθάλεις, μηχανητὸς οἷον, διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς.
306
τὸ δʼ αὐτὸ καὶ Λεία ποιεῖ πρὸς τὸ τῆς ἀδελφῆς ἔργον ἀντιτεχνασαμένη· παρακατακλίνει γὰρ τὴν αὑτῆς θεράπαιναν γίνεταί τε καὶ ἐκ τῆς Ζελφῆς υἱὸς Γάδας, τυχαῖον ἄν τις καλέσειεν αὐτόν, καὶ μετʼ αὐτὸν Ἄσηρος, μακαριστὴς λέγοιτʼ ἂν ἐξ ὧν πρὸς εὔκλειαν προσελάμβανε.
307
Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι διʼ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δʼ οὐ πειθομένης, ἀρκεῖσθαι δʼ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρʼ αὐτῇ κατʼ ἐκείνην τὴν ἑσπέραν.