Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

221 οὗτοι πᾶσαν τὴν ἀπʼ Εὐφράτου καθήκουσαν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν κατοικοῦσι Ναβατηνὴν τὴν χώραν ὀνομάσαντες. εἰσὶ δὲ οὗτοι, οἳ τὸ τῶν Ἀράβων ἔθνος καὶ τὰς φυλὰς ἀπʼ αὐτῶν καλοῦσι διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὸ Ἁβράμου ἀξίωμα.
222 Ἴσακον δὲ ὁ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντα καὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προεκαλεῖτο δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γονέων καὶ αὐτὸς ὁ παῖς ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδακώς.
223 Ἅβραμος δὲ τὴν ἰδίαν εὐδαιμονίαν ἐν μόνῳ τῷ τὸν υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν ἐτίθετο. τούτου μέντοι κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔτυχεν, ὃς διάπειραν αὐτοῦ βουλόμενος λαβεῖν τῆς περὶ αὐτὸν θρησκείας ἐμφανισθεὶς αὐτῷ καὶ πάντα ὅσα εἴη παρεσχημένος καταριθμησάμενος,
224 ὡς πολεμίων τε κρείττονα ποιήσειε καὶ τὴν παροῦσαν εὐδαιμονίαν ἐκ τῆς αὐτοῦ σπουδῆς ἔχοι καὶ τὸν υἱὸν Ἴσακον, ᾔτει τοῦτον αὐτῷ θῦμα καὶ ἱερεῖον αὐτὸν παρασχεῖν ἐκέλευέ τε εἰς τὸ Μώριον ὄρος ἀναγαγόντα ὁλοκαυτῶσαι βωμὸν ἱδρυσάμενον· οὕτως γὰρ ἐμφανίσειν τὴν περὶ αὐτὸν θρησκείαν, εἰ καὶ τῆς τοῦ τέκνου σωτηρίας προτιμήσειε τὸ τῷ θεῷ κεχαρισμένον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi