Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

154 Ἅβραμος δὲ Λῶτον τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱὸν τῆς δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφὸν εἰσεποιήσατο γνησίου παιδὸς ἀπορῶν καὶ καταλείπει τὴν Χαλδαίαν ἑβδομήκοντα καὶ πέντε γεγονὼς ἔτη τοῦ θεοῦ κελεύσαντος εἰς τὴν Χαναναίαν μετελθεῖν, ἐν ᾗ κατῴκησε καὶ τοῖς ἀπογόνοις κατέλιπε δεινὸς ὢν συνεῖναί τε περὶ πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις περί τε ὧν εἰκάσειεν οὐ διαμαρτάνων.
155 διὰ τοῦτο καὶ φρονεῖν μεῖζον ἐπʼ ἀρετῇ τῶν ἄλλων ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι, καινίσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀποφήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα, τῶν δὲ λοιπῶν εἰ καί τι πρὸς εὐδαιμονίαν συντελεῖ κατὰ προσταγὴν τὴν τούτου παρέχειν ἕκαστον καὶ οὐ κατʼ οἰκείαν ἰσχύν.
156 εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσι τοῖς κατʼ οὐρανὸν συμβαίνουσι· δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατʼ αὐτοὺς εὐταξίας, ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδʼ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν, ᾧ καλῶς ἔχει μόνῳ τὴν τιμὴν καὶ τὴν εὐχαριστίαν ἀπονέμειν.
157 διʼ ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτὸν μετοικεῖν δοκιμάσας κατὰ βούλησιν καὶ βοήθειαν τοῦ θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν, ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi