Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

arg α. ἡ τοῦ κόσμου σύστασις καὶ διάταξις τῶν στοιχείων.
arg β. περὶ τοῦ γένους Ἀδάμου καὶ τῶν ἀπ' αὐτοῦ δέκα γενεῶν τῶν μέχρι τοῦ κατακλυσμοῦ.
arg γ. ὡς ὁ κατακλυσμὸς ἐγένετο καὶ ὃν τρόπον Νῶχος σωθεὶς ἐν λάρνακι μετὰ τῶν συγγενῶν κατῴκησεν ἐν τῷ Σινάρῳ πεδίῳ.
arg δ. ὡς πύργος, ὃν οἱ παῖδες αὐτοῦ ἐφ' ὕβρει τοῦ θεοῦ ᾠκοδόμησαν, καὶ ὡς τὰς φωνὰς αὐτῶν μετέβαλε καὶ ὁ τόπος, ἐν ᾧ τοῦτο γέγονε, Βαβυλὼν ἐκλήθη.
arg ε. ὡς οἱ Νώχου ἔγγονοι πᾶσαν τὴν οἰκουμένην ἐπῴκησαν.
arg ϛ. ὅτι τῶν ἐθνῶν ἕκαστον ἀπὸ τῶν οἰκισάντων προσηγορεύθη.
arg ζ. ὅπως Ἅβραμος ὁ πρόγονος ἡμῶν ἐξελθὼν ἐκ τῆς Χαλδαίων γῆς κατέσχε τὴν τότε μὲν Χαναναίαν νῦν δὲ Ἰουδαίαν λεγομένην.
arg η. ὅτι λιμοῦ τὴν Χαναναίαν καταλαβόντος εἰς Αἴγυπτον ἀπῆρε καὶ διατρίψας ἐν αὐτῇ τινα χρόνον ὑπέστρεψεν ὀπίσω.
arg θ. ἧττα Σοδομιτῶν Ἀσσυρίων αὐτοῖς ἐπιστρατευσάντων.
arg ι. ὡς Ἅβραμος ἐπὶ τοὺς Ἀσσυρίους ἐκστρατεύσας ἐνίκησε καὶ τοὺς αἰχμαλώτους τῶν Σοδομιτῶν ἔσωσε καὶ τὴν λείαν ἣν ἔλαβον ἀφείλετο.
arg ια. πῶς τὸ Σοδομιτῶν ἔθνος θεὸς κατεστρέψατο χολωθεὶς αὐτοῖς ἐφ' οἷς ἡμάρτανον.
arg ιβ. περὶ Ἰσμαήλου τοῦ Ἁβράμου καὶ τῶν ἐγγόνων αὐτοῦ Ἀράβων.
arg ιγ. περὶ Ἰσάκου, ὃς ἦν γνήσιος παῖς Ἁβράμου.
arg ιδ. περὶ Σάρρας τῆς Ἁβράμου γυναικός, καὶ πῶς τὸν βίον κατέστρεψεν.
arg ιε. ὡς ἐκ Κατούρης Ἁβράμῳ γαμηθείσης τὸ τῶν Τρωγλοδυτῶν Ἀράβων ἔθνος ἐγεννήθη.
arg ιϛ. περὶ τῆς Ἁβράμῳ τελευτῆς.
arg ιζ . περὶ τῆς Ἰσάκου παίδων Ἡσαῦ καὶ Ἰακώβου γενέσεως καὶ διατροφῆς.
arg ιη. Ἰακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον, καὶ ὡς γήμας ἐκεῖ καὶ δώδεκα γεννήσας παῖδας πάλιν εἰς τὴν Χαναναίαν ἐπανῆλθεν.
1 / 73 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi