Kitap 36
φείδεται. δυναστείας τε ἐρῶν καὶ τοῖς Κρησὶ τοῖς ὁμολογήσασιν αὐτῷ προσέβαλε, καὶ οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε, κακῶσαί τε αὐτοὺς πρὶν τὸν Πομπήιον ἐπελθεῖν ἠπείγετο. ὅ τε γὰρ Ὀκτάουιος ἄνευ δυνάμεως παρών (οὐδὲ γὰρ οὐδὲ ἐπὶ πολέμῳ τινὶ ἀλλʼ ἐπὶ παραλήψει τῶν πόλεων ἐπέπεμπτο) ἡσυχίαν ἦγε· καὶ Κορνήλιος Σισέννας ὁ τῆς Ἑλλάδος ἄρχων ἦλθε μὲν ἐς τὴν Κρήτην, ὡς ταῦτʼ ἐπύθετο, καὶ παρῄνεσε τῷ Μετέλλῳ φείσασθαι τῶν δήμων, οὐ
μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας. ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι. καὶ μετὰ τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσβολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ
Κίλικας τοὺς σὺν αὐτῷ ὄντας ἔφθειρεν. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Ὀκτάουιος οὐκέθʼ ἡσύχασεν, ἀλλὰ πρότερον μὲν τῷ τοῦ Σισέννου στρατῷ (νοσήσας γὰρ ἐκεῖνος ἐτεθνήκει) χρώμενος ἐπεβοήθει πῃ τοῖς κακουμένοις, ἔπειτα δʼ ἀνακομισθέντων αὐτῶν πρός τε τὸν Ἀριστίωνα ἐς Ἱεράπυδνα *(iera/pudna R. Steph., i(era\ pudna and i(era\ pu/dna L. ἦλθε καὶ μετʼ αὐτοῦ ἐπολέμει· οὗτος γὰρ ὡς τότε ἐκ τῆς Κυδωνίας ἀπεχώρησε Λούκιόν τέ τινα Βάσσον ἀνταναχθέντα οἱ ἐνίκησε καὶ
τὰ Ἱεράπυδνα *(iera/pudna R. Steph., i(era\ pudna and i(era\ pu/dna L. κατέλαβε. καὶ χρόνον μέν τινα ἐκαρτέρησαν, τοῦ δὲ δὴ Μετέλλου ἐπιόντος σφίσι τό τε τεῖχος ἐξέλιπον, καὶ ἐξαναχθέντες χειμῶνί τε ἐχρήσαντο καὶ ἐς τὴν γῆν ἐκπεσόντες συχνοὺς ἀπέβαλον. κἀκ τούτου ὁ Μέτελλος πᾶσαν τὴν
νῆσον ἐχειρώσατο. Κρῆτες μὲν οὖν οὕτως, ἐλεύθεροί τε πάντα τὸν ἔμπροσθεν χρόνον γενόμενοι καὶ δεσπότην ὀθνεῖον μηδένα κτησάμενοι, κατεδουλώθησαν· Μέτελλος δὲ τὴν μὲν ἐπίκλησιν ἀπʼ αὐτῶν ἔλαβε, τὸν δὲ δὴ Πανάρη τόν τε Λασθένη (καὶ γὰρ ἐκεῖνον εἷλεν) οὐκ ἠδυνήθη πέμψαι ἐν τοῖς ἐπινικίοις· ὁ γὰρ Πομπήιος ἀναπείσας τῶν δημάρχων τινὰ προαφείλετο αὐτοὺς ὡς καὶ ἑαυτῷ κατὰ τὴν ὁμολογίαν, ἀλλʼ οὐκ ἐκείνῳ προσχωρήσαντας.
λέξω δὲ ἤδη καὶ τὰ ta\ Leuncl., to\ L. κατὰ τοῦτον πῶς ἐγένετο. οἱ καταποντισταὶ ἐλύπουν μὲν ἀεὶ τοὺς πλέοντας, ὥσπερ καὶ τοὺς ἐν τῇ γῇ οἰκοῦντας οἱ τὰς λῃστείας ποιούμενοι· οὐ γὰρ ἔστιν ὅτε ταῦτʼ οὐκ ἐγένετο, οὐδʼ ἂν παύσαιτό ποτε ἕως δἂν ἡ αὐτὴ φύσις
ἀνθρώπων ᾖ. ἀλλὰ πρότερον μὲν ἔν τε τόποις τισὶ κἀν τῇ ὡραίᾳ w(rai/a| Rk., w(/ra| L. μόνῃ, κατʼ ὀλίγους, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ ἐλῄστευον· τότε δέ, ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη, καὶ πολλαὶ μὲν πόλεις ἀνάστατοι ἐγένοντο, πᾶσι δὲ καὶ τοῖς διαφεύγουσιν αὐτῶν αἱ τιμωρίαι ἐπηρτῶντο καὶ ἀδεὲς οὐδενὶ οὐδὲν ἦν, πάμπολλοι πρὸς λῃστείαν ἐτράποντο.
καὶ τὰ μὲν ἐν ταῖς ἠπείροις λῃστικά, ἅτε καὶ ἐν ὀφθαλμοῖς τῶν δήμων μᾶλλον ὄντα, καὶ τήν τε αἴσθησιν τῆς βλάβης ἐγγύθεν καὶ τὴν σύλληψιν οὐ πάνυ χαλεπὴν ἔχοντα, ῥᾷόν πως κατελύετο, τὰ δὲ ἐν τῇ θαλάσσῃ ἐπὶ πλεῖστον
ἐπηυξήθη. τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους a)ntipole/mous Bernhardy, a)ntipolemi/ous L. ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ συχνοῖς ἐπικουρῆσαι.
καὶ εἴρηται μὲν ὅσα μετὰ τῶν ἄλλων ἔπραξαν. ἐπεὶ δʼ οὖν καὶ ἐκεῖνα διελύθη, οὐκ ἐπαύσαντο, ἀλλʼ αὐτοὶ καθʼ ἑαυτοὺς πολλὰ καὶ δεινὰ τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους σφῶν ἐκακούργη- σαν. οὔτε γὰρ κατʼ ὀλίγους ἔτι ἀλλὰ στόλοις μεγάλοις ἔπλεον, καὶ στρατηγοὺς εἶχον, ὥστε καὶ
ὄνομα αὐτοὺς μέγα κεκτήσθαι· ἦγόν τε καὶ ἔφερον πρώτους μὲν καὶ μάλιστα τοὺς πλέοντας (οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον, ἀλλʼ ὑπό τε τῆς τόλμης καὶ ὑπὸ τοῦ ἔθους τῆς τε εὐπραγίας καὶ τότʼ ἐπʼ ἀδείας ταῖς ναυτιλίαις ἐχρῶντο), ἔπειτα καὶ τοὺς ἐν τοῖς λιμέσιν ὄντας.
καὶ γὰρ εἴ τις ἀνταναχθῆναί σφισιν ἐτόλμησε, μάλιστα μὲν ἡττηθεὶς ἀπώλετο, εἰ δὲ καὶ ἐνίκησεν, ἀλλʼ ἑλεῖν γε αὐτῶν οὐδένα ὑπὸ τοῦ ταχυναυτεῖν σφας ἐδύνατο, καὶ οὕτως ὑποστρέφοντες διὰ βραχέος ὡς καὶ κεκρατηκότες, τὰ μὲν ἔτεμνον καὶ κατεπίμπρων, οὐχ ὅτι χωρία καὶ ἀγρούς, ἀλλὰ καὶ πόλεις ὅλας, τὰ δὲ καὶ ᾠκειοῦντο, ὥστε καὶ χειμάδια καὶ ὁρμητήρια καθάπερ ἐν φιλίᾳ γῇ ποιεῖσθαι.
προχωρούντων δὲ αὐτοῖς τούτων καὶ ἐς τὴν ἤπειρον ἀνέβαινον, καὶ πολλὰ καὶ ἐκείνους τοὺς μηδὲ χρωμένους τῇ θαλάσσῃ ἐλύπουν. καὶ ταῦτα οὐ τὴν ἔξω συμμαχίδα αὐτῶν μόνον ἀλλὰ καὶ τὴν
Ἰταλίαν αὐτὴν ἐποίουν· τά τε γὰρ κέρδη τὰ αὐτόθεν μείζω σχήσειν καὶ πάντας τοὺς λοιποὺς ἐπὶ πλέον ἐκφοβήσειν, ἂν μηδὲ ἐκείνης ἀπέχωνται, νομίζοντες, ἔς τε τὰς ἄλλας τὰς ταύτῃ πόλεις καὶ ἐς αὐτὰ τὰ Ὤστια ἐσέπλεον καὶ τάς τε ναῦς
ἔκαιον καὶ πάνθʼ ἥρπαζον. καὶ τέλος, ὡς οὐδεμία σφῶν ἐπιστροφὴ ἐγίγνετο, τάς τε διατριβὰς ἐν τῇ γῇ ἐποιοῦντο, καὶ τοὺς ἀνθρώπους, ὅσους μὴ διώλλυσαν, τά τε σῦλα, ὅσα ἐλάμβανον, ἀδεῶς
ὥς γε καὶ ἐν οἰκείᾳ διετίθεντο. καὶ ἐλῄστευον μὲν ἄλλοι ἄλλοθι (οὐ γάρ που ἐν πάσῃ ἅμα τῇ θαλάσσῃ οἱ αὐτοὶ κακουργεῖν ἐδύναντο), τοσαύτῃ μέντοι φιλίᾳ πρὸς ἀλλήλους ἐχρῶντο ὥστε σφᾶς καὶ χρήματα καὶ ἐπικουρίας καὶ τοῖς πάνυ ἀγνῶσιν
ὡς καὶ οἰκειοτάτοις πέμπειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἴσχυσαν, ὅτι τούς τε θεραπεύοντάς τινας αὐτῶν πάντες ἐτίμων καὶ τοὺς προσκρούσαντάς τισι πάντες ἐλεηλάτουν.
ἐς τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη ὥστε καὶ μέγαν καὶ συνεχῆ καὶ ἀπροφύλακτον καὶ ἄπιστον τὸν πόλεμον αὐτῶν γενέσθαι· οἱ δὲ δὴ Ῥωμαῖοι ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων (οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν ἐφοίτα σφίσι καὶ ἡ σιτοπομπία παντελῶς ἀπεκέκλειτο),
οὐ μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλʼ ἐξέπεμπον μὲν καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθʼ ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δʼ οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους διʼ αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο. τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ
πολλὰς ἡμέρας ὅ τι καὶ χρὴ πρᾶξαι. τῇ τε γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὔθʼ ἅμα πᾶσί σφισιν οὔτʼ αὖ καθʼ ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες (ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι) ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο,
πρὶν δὴ Αὖλός τις Γαβίνιος *gabi/nios Bk., gaoui/nios L regularly. δήμαρχος γνώμην ἔδωκεν, εἴτʼ οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας (οὐ γάρ που καὶ ὑπʼ εὐνοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε· κάκιστος γὰρ ἀνὴρ ἦν), στρατηγὸν ἕνα αὐτοκράτορα ἐφʼ ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι, τρισί τε ἔτεσιν ἄρξοντα καὶ δυνάμει παμπληθεῖ μεθʼ ὑποστρατήγων πολλῶν
χρησόμενον. ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομπηίου ὄνομα οὐκ εἶπεν· εὔδηλον δὲ ἦν ὅτι, ἂν ἅπαξ τι τοιοῦτον ὁ ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται.
καὶ ἔσχεν οὕτω· τήν τε γὰρ ἐσήγησιν αὐτοῦ ἀπεδέξαντο, καὶ πρὸς τὸν Πομπήιον παραχρῆμα πάντες πλὴν τῆς γερουσίας ἀπέκλιναν. αὕτη γὰρ πᾶν ὁτιοῦν ὑπὸ τῶν λῃστῶν παθεῖν μᾶλλον ἢ ἐκείνῳ τοσαύτην ἡγεμονίαν ἐγχειρίσαι ᾑρεῖτο· καὶ ὀλίγου καὶ ἀπέκτειναν τὸν Γαβίνιον ἐν αὐτῷ
τῷ συνεδρίῳ. ὑπεκδράντος δʼ οὖν πῃ αὐτοῦ μαθόντες οἱ πολλοὶ τὴν τῶν βουλευτῶν γνώμην ἐθορύβησαν, ὥστε καὶ ἐπʼ αὐτοὺς συγκαθημένους ἐφορμῆσαι· καὶ εἴ γε μὴ ἐξεκεχωρήκεσαν, πάντως
ἂν αὐτοὺς διεφθάρκεσαν. οἱ μὲν δὴ οὖν ἄλλοι σκεδασθέντες διέλαθον, Πίσωνα δὲ τὸν Γάιον τὸν ὕπατον (ἐπὶ γὰρ ἐκείνου τοῦ τε Ἀκιλίου ταῦτʼ ἐγίγνετο) συλληφθέντα καὶ μέλλοντα καὶ ἀντὶ τῶν ἄλλων ἀπόλλυσθαι ὁ Γαβίνιος ἐξῃτήσατο. ἐκ δὲ τούτου οἱ δυνατοὶ αὐτοὶ μὲν me\n added by Rk. τὴν ἡσυχίαν ἦγον, ἀσμενίζοντες ἄν τίς σφας ζῆν ἐάσῃ, τοὺς δὲ δημάρχους τοὺς ἐννέα ἀνέπεισαν ἐναντιωθῆναι
τῷ Γαβινίῳ. καὶ αὐτῶν οἱ μὲν ἄλλοι φοβηθέντες τὸ πλῆθος οὐδὲν ἀντεῖπον, Λούκιος δὲ δή τις Τρεβέλλιος καὶ Λούκιος Ῥώσκιος ἐτόλμησαν μέν, οὐκ ἠδυνήθησαν δὲ οὔτʼ εἰπεῖν τι ὧν ὑπέσχηντο οὔτε πρᾶξαι. ἐπειδὴ γὰρ ἡ κυρία ἡμέρα, ἐν ᾗ τὴν γνώμην ἐπικυρωθῆναι ἔδει, ἐνέστη, τάδε ἐγένετο.
ὁ Πομπήιος ἐπιθυμῶν μὲν πάνυ ἄρξαι, καὶ ἤδη γε ὑπό τε τῆς ἑαυτοῦ φιλοτιμίας καὶ ὑπὸ τῆς τοῦ δήμου σπουδῆς οὐδὲ τιμὴν ἔτι τοῦτο, ἀλλʼ ἀτιμίαν τὸ μὴ τυχεῖν αὐτοῦ νομίζων εἶναι, τὴν δὲ ἀντίταξιν τῶν δυνατῶν ὁρῶν, ἠβουλήθη δοκεῖν
ἀναγκάζεσθαι. ἦν μὲν γὰρ καὶ ἄλλως ὡς ἥκιστα προσποιούμενος ἐπιθυμεῖν ὧν ἤθελε· τότε δὲ καὶ μᾶλλον, διά τε τὸ ἐπίφθονον ἄν γε ἑκὼν τῆς ἀρχῆς ἀντιποιήσηται, καὶ διὰ τὸ to\ Leuncl., tou=to to\ L. εὐκλεὲς ἄν γε καὶ ἄκων ὥς γε καὶ ἀξιοστρατηγητότατος a)ciostrathghto/tatos Bk., a)ciostrathgo/tatos L. ὢν ἀποδειχθῇ, ἐπλάττετο.
καὶ παρελθὼν ἔφη “χαίρω μὲν τιμώμενος ὑφʼ ὑμῶν, ὦ Κυιρῖται· φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολιτῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις τῆς παρʼ ὑμῶν τιμῆς ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατʼ ἀξίαν ἡσθῶ τοῖς παροῦσιν· οὐ μέντοι οὔθʼ ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με διακεῖσθαι, οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. αὐτός τε γὰρ ἐκ παίδων κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ
τοὺς ἄλλους σπουδάζειν. ἢ οὐ μέμνησθε ὅσα μὲν ἐν τῷ πρὸς τὸν Κίνναν πολέμῳ ἐταλαιπώρησα, καίτοι κομιδῇ νέος ὤν, ὅσα δὲ ἔν τε τῇ Σικελίᾳ καὶ ἐν τῇ Ἀφρικῇ ἔκαμον, μηδέπω καθαρῶς ἐς ἐφήβους τελῶν, ὅσα δὲ ἐν τῇ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω; ἐφʼ οἷς ἅπασιν οὐχ ὅτι
ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ. πόθεν; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τοῖς ἄλλοις ὧν πολλῶν καὶ μεγάλων παρʼ ὑμῶν ἠξιώθην, καὶ αὐτὸ τὸ πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν, μηδενὸς ἄλλου μήτʼ ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναι, τό τε ἐπινίκια καὶ ἐπʼ ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι μεγίστην μοι τιμὴν
ἤνεγκεν. ἀλλʼ ὅτι πολλὰς μὲν φροντίδας πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. μὴ γὰρ ὅτι νέος ἔτʼ εἰμὶ λογίζεσθε, μηδʼ ὅτι ἔτη o(/ti e)/th Bs., o(/ti L. Madvig had supplied e)/th before ge/gona. τόσα καὶ τόσα
γέγονα ἀριθμεῖσθε. ἂν γάρ τοι καὶ τὰς στρατείας ἃς ἐστράτευμαι καὶ τοὺς κινδύνους οὓς κεκινδύνευκα ἀναριθμήσητε, πολύ γε πλείους αὐτοὺς τῶν ἐτῶν εὑρήσετε, καὶ μᾶλλον οὕτω πιστεύσετε ὅτι οὔτε πρὸς τοὺς πόνους οὔτε πρὸς τὰς φροντίδας καρτερεῖν ἔτι δύναμαι.
εἰ δʼ οὖν τις καὶ πρὸς ταῦτα ἀντέχοι, ἀλλʼ ὁρᾶτε ὅτι καὶ ἐπίφθονα καὶ μισητὰ πάντα τὰ τοιαῦτά ἐστιν· ἅπερ ὑμεῖς μὲν ἐν οὐδενὶ λόγῳ τίθεσθε (οὐδὲ γὰρ καλῶς ἔχει προσποιεῖσθαί τι ὑμᾶς αὐτῶν), ἐμοὶ μέντοι βαρύτατα ἂν γένοιτο,
καὶ ὁμολογῶ γε μηδʼ mhd' Bk., mh\ L. ὑφʼ ἑνὸς οὕτω τῶν ἐν τοῖς πολέμοις δεινῶν μήτε ἐκταράττεσθαι μήτε λυπεῖσθαι ὡς ὑπὸ τῶν τοιούτων. τίς μὲν γὰρ ἂν εὖ φρονῶν ἡδέως παρʼ ἀνθρώποις φθονοῦσιν αὐτῷ ζῴη, τίς δʼ ἂν δημόσιόν τι διοικῆσαι προθυμηθείη μέλλων, ἂν μὲν ἀποτύχῃ, δίκην ὑφέξειν, ἂν δὲ
κατορθώσῃ, ζηλοτυπηθήσεσθαι; ἀλλʼ ἐμοὶ μὲν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα συγχωρήσατε τήν τε ἡσυχίαν ἄγειν καὶ τὰ ἐμαυτοῦ πράττειν, ἵνʼ ἤδη ποτὲ καὶ τῶν οἰκείων ἐπιμεληθῶ καὶ μὴ κατατριφθεὶς ἀπόλωμαι· ἐπὶ δὲ δὴ τοὺς καταποντιστὰς ἄλλον χειροτονήσατε. συχνοὶ δέ εἰσι καὶ βουλόμενοι ναυαρχῆσαι καὶ δυνάμενοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, ὥστε τὴν αἵρεσιν ὑμῖν
ῥᾳδίαν ἐκ πολλῶν γενέσθαι. οὐ γάρ που ἐγὼ μόνος ὑμᾶς φιλῶ ἢ καὶ μόνος ἐμπείρως τῶν πολεμικῶν ἔχω, ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἵνα μὴ καὶ χαρίζεσθαί τισι δόξω ὀνομαστὶ καταλέξας.”
ταῦτα αὐτοῦ δημηγορήσαντος ὁ Γαβίνιος ὑπολαβὼν εἶπεν “Πομπήιος μέν, ὦ Κυιρῖται, καὶ αὐτὸ τοῦτο ἄξιον τῶν ἑαυτοῦ ἠθῶν ποιεῖ, μήτε ἐφιέμενος τῆς ἀρχῆς μήτε διδομένην οἱ αὐτὴν ἐξ
ἐπιδρομῆς δεχόμενος. οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός ἐστιν ἄρχειν ἐπιθυμεῖν καὶ τὰ ta\ added by Bs. πράγματʼ ἔχειν ἐθέλειν· κἀν τούτῳ προσήκει πάντα τὰ προσταττόμενα μετʼ ἐπισκέψεως ὑφίστασθαι, ἵνʼ αὐτὰ καὶ ἀσφαλῶς ὁμοίως πράξῃ. τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει, τὸ δʼ ἀκριβὲς ἀπʼ ἀρχῆς καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν καὶ πάντας ὀνίνησιν.
ὑμᾶς δὲ δὴ χρὴ μὴ τὸ τούτῳ κεχαρισμένον ἀλλὰ τὸ τῇ πόλει συμφέρον ἑλέσθαι. οὐ γάρ που τοὺς σπουδαρχοῦντας ἀλλὰ τοὺς ἐπιτηδείους προστάττειν τοῖς πράγμασι προσήκει· ἐκείνους μὲν γὰρ πάνυ πολλούς, τοιοῦτον δὲ δή τινα ἄλλον