Kitap 55
7.6
οὕτω τῷ Αὐγούστῳ ἐχρῆτο· πρῶτός τε κολυμβήθραν θερμοῦ ὕδατος ἐν τῇ πόλει κατεσκεύασε, καὶ πρῶτος σημεῖά τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ Ἀκύλου ἀπελευθέρου συχνοὺς ἐξεδίδαξε.
8.1
Τιβέριος δὲ ἐν τῇ νουμηνίᾳ ἐν ᾗ ὑπατεύειν μετὰ Γναίου Πίσωνος ἤρξατο ἔς τε τὸ Ὀκταουίειον *)oktaoui/eion Dind., o)ktaou/ion M. τὴν βουλὴν ἤθροισε διὰ τὸ ἔξω τοῦ πωμηρίου
8.2
αὐτὸ εἶναι, καὶ τὸ Ὁμονόειον αὐτὸς ἑαυτῷ ἐπισκευάσαι προστάξας, ὅπως τό τε ἴδιον καὶ τὸ τοῦ Δρούσου ὄνομα αὐτῷ ἐπιγράψῃ, τά τε νικητήρια ἤγαγε καὶ τὸ τεμένισμα τὸ Λίουιον ὠνομασμένον καθιέρωσε μετὰ τῆς μητρός· καὶ αὐτὸς μὲν τὴν γερουσίαν ἐν τῷ Καπιτωλίῳ, ἐκείνη δὲ τὰς γυναῖκας
8.3
ἰδίᾳ που εἱστίασε. καὶ οὐ πολλῷ ὕστερον κινηθέντων τινῶν ἐν τῇ Γερμανίᾳ ἐξωρμήθη· τὴν δὲ δὴ πανήγυριν τὴν ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου γενομένην ὁ Γάιος ἀντʼ αὐτοῦ σὺν τῷ Πίσωνι διέθηκε. τό τε πεδίον τὸ Ἀγρίππειον, πλὴν τῆς στοᾶς, καὶ τὸ διριβιτώριον diribitw/rion Bk., deiribitw/rion M. αὐτὸς ὁ
8.4
Αὔγουστος ἐδημοσίευσε. τοῦτο μὲν γάρ (ἦν δὲ οἶκος μέγιστος τῶν πώποτε μίαν ὀροφὴν σχόντων· νῦν γὰρ δὴ πάσης τῆς στέγης αὐτοῦ καθαιρεθείσης, ὅτι οὐκ ἠδυνήθη αὖθις συστῆναι, ἀχανής ἐστινʼ ὅ τε Ἀγρίππας οἰκοδομούμενον κατέλιπε, καὶ τότε συνετελέσθη· ἡ δὲ ἐν τῷ πεδίῳ στοά, ἣν ἡ Πῶλλα ἡ ἀδελφὴ αὐτοῦ ἡ καὶ τοὺς δρόμους