Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

5.6 πλεῖον αὐτοῦ ἐπαγόμενος. κἀν τούτῳ τῶν Αἰθιόπων τοῖς φρουροῖς ἐπιθεμένων αὖθίς τε ἐπʼ αὐτοὺς ἐστράτευσε, καὶ τοὺς σφετέρους ἐρρύσατο, καὶ τὴν Κανδάκην συμβῆναί οἱ ἠνάγκασεν.
6.1 ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, ὁ Αὔγουστος ἐς Σικελίαν ἦλθεν, ὅπως καὶ ἐκείνην καὶ τἆλλα τὰ μέχρι τῆς Συρίας καταστήσηται. καὶ αὐτοῦ ἐνταῦθα ἔτʼ ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους
6.2 σφᾶς σωθῆναι. μικροῦ γοῦν τινος ἔν τε ταῖς ἀρχαιρεσίαις καὶ ἐν ταῖς ἀρχαῖς αὐταῖς κυριεύοντες ἐθορύβησαν. ἐτηρεῖτο μὲν γὰρ ἡ ἑτέρα χώρα τῷ Αὐγούστῳ, καὶ διὰ τοῦτο Μᾶρκος Λόλλιος κατʼ ἀρχὰς τοῦ ἔτους μόνος ἦρξεν· ἐκείνου δὲ de\ M, de\ dh\ V. μὴ δεξαμένου αὐτὴν Κύιντός τε Λέπιδος καὶ Λούκιος Σιλουανὸς ἐσπουδαρχίασαν, καὶ οὕτω τε πάντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον
6.3 ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. ἐπειδὴ δὲ οὐχ ὑπέστρεψε μέν, ἐλθόντας δὲ αὐτοὺς πρὸς αὐτὸν ἀπέπεμψεν ἐπιτιμήσας σφίσι καὶ κελεύσας ἀμφοτέρων αὐτῶν ἀπόντων τὴν ψῆφον δοθῆναι, οὐδὲν μᾶλλον ἡσύχασαν, ἀλλὰ καὶ πάνυ αὖθις διηνέχθησαν, ὥστε τὸν Λέπιδον ὀψέ ποτε αἱρεθῆναι.
6.4 ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε μόνῃ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτʼ αὖ ἄναρχον αὐτὴν καταλιπεῖν τολμῶν, ἐζήτει τινὰ αὐτῇ ἐπιστῆσαι, καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi