Kitap 54
3.4
αὐτοῦ. ἀμέλει καὶ τοῦ Πρίμου οὐκ ὀλίγοι ἀπεψηφίσαντο, καὶ ἐπιβουλὴν ἕτεροι ἐπʼ αὐτῷ συνέστησαν. Φάννιος *fa/nnios Leuncl., fa/neios *wM. μὲν γὰρ Καιπίων ἀρχηγὸς αὐτῆς ἐγένετο, συνεπελάβοντο δὲ καὶ ἄλλοι· καί σφισι καὶ ὁ Μουρήνας συνομωμοκέναι, εἴτʼ οὖν ἀληθῶς εἴτε καὶ ἐκ διαβολῆς, ἐλέχθη, e)le/xqh M, e)le/gxqh V. ἐπειδὴ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ πρὸς πάντας
3.5
ὁμοίως ἐχρῆτο. καὶ οὐ γὰρ ὑπέμειναν τὸ δικαστήριον, ἐρημην μὲν ὡς καὶ φευξόμενοι ἥλωσαν, ἀπεσφάγησαν δὲ οὐ πολλῷ ὕστερον, οὐδὲ ἐπήρκεσαν τῷ Μουρήνᾳ οὔτε ὁ Προκουλέιος *prokoule/ios Bs., prokou/lios *wM. ἀδελφὸς ὢν οὔτε ὁ Μαικήνας τῇ ἀδελφῇ αὐτοῦ συνοικῶν, καίπερ ἐς τὰ πρῶτα ὑπὸ τοῦ Αὐγούστου τιμώμενοι.
3.6
ὡς δʼ οὖν καὶ τούτους τῶν δικαζόντων τινὲς ἀπέλυσαν, ἐνομοθέτησε μήτε κρύφα τὰς ψήφους ἐν ταῖς ἐρήμοις δίκαις φέρεσθαι, καὶ πάσαις αὐταῖς τὸν εὐθυνόμενον ἁλίσκεσθαι. καὶ ὅτι γε ταῦτʼ οὐχ ὑπʼ ὀργῆς ἀλλʼ ὡς καὶ συμφέροντα
3.7
τῷ δημοσίῳ διέταξεν, ἰσχυρῶς διέδειξε· τοῦ γοῦν πατρὸς τοῦ Καιπίωνος τὸν μὲν ἕτερον τῶν δούλων τῶν συμφυγόντων τῷ υἱεῖ ἐλευθερώσαντος, ὅτι ἀμῦναί οἱ θνήσκοντι ἠθέλησε, τὸν δὲ to\n de\ Bk., tina\ de\ *wM. ἕτερον τὸν προδόντα αὐτὸν διά τε τῆς ἀγορᾶς μέσης μετὰ γραμμάτων τὴν αἰτίαν τῆς θανατώσεως αὐτοῦ δηλούντων διαγαγόντος καὶ μετὰ ταῦτα ἀνασταυρώσαντος,
3.8
οὐκ ἠγανάκτησε. κἂν ἐξηκέσατο πᾶσαν τὴν τῶν οὐκ ἀρεσκομένων τοῖς πραχθεῖσι μέμψιν, εἰ μὴ καὶ θυσίας ὡς kai\ qusi/as w(s *w, om. M. καὶ ἐπὶ νίκῃ τινὶ καὶ ψηφισθείσας περιεῖδε καὶ γενομένας.