Kitap 54
2.5
ἐπειδή τε e)peidh/ te *w, e)peidh/ per M. καὶ ἱππῆς i(pph=s M, i(ppei=s V. καὶ γυναῖκες ἐπιφανεῖς ἐν τῇ ὀρχήστρᾳ καὶ τότε γε ἐπεδείξαντο, ἀπηγόρευσεν οὐχ ὅτι τοῖς παισὶ τῶν βουλευτῶν, ὅπερ που καὶ πρὶν ἐκεκώλυτο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις, τοῖς γε ge Rk., te *wM. ἐν τῇ ἱππάδι δῆλον ὅτι ἐξεταζομένοις, μηδὲν ἔτι τοιοῦτο δρᾶν.
3.1
καὶ ἐν μὲν τούτοις τό τε τοῦ νομοθέτου καὶ τὸ τοῦ αὐτοκράτορος καὶ σχῆμα καὶ ὄνομα ἐπεδείκνυτο, e)pedei/knuto *w, a)pedei/knuto M. ἐν δὲ δὴ τοῖς ἄλλοις ἐμετρίαζεν, ὥστε καὶ
3.2
φίλοις τισὶν εὐθυνομένοις παραγίγνεσθαι. Μάρκου τέ τινος Πρίμου αἰτίαν ἔχοντος ὅτι τῆς Μακεδονίας ἄρχων Ὀδρύσαις ἐπολέμησε, καὶ λέγοντος τοτὲ μὲν τῇ τοῦ Αὐγούστου τοτὲ δὲ τῇ Μαρκέλλου γνώμῃ τοῦτο πεποιηκέναι, ἔς τε τὸ δικαστήριον αὐτεπάγγελτος ἦλθε, καὶ ἐπερωτηθεὶς ὑπὸ τοῦ στρατηγοῦ εἰ προστάξειέν οἱ πολεμῆσαι,
3.3
ἔξαρνος ἐγένετο. τοῦ τε συναγορεύοντος τῷ Πρίμῳ Λικινίου *likini/ou M, likinni/ou V. Μουρήνου ἄλλα τε ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντος, καὶ πυθομένου “τί δὴ ἐνταῦθα ποιεῖς, καὶ τίς σε ἐκάλεσεν;” τοσοῦτον μόνον ἀπεκρίνατο ὅτι “τὸ δημόσιον.” ἐπὶ οὖν τούτοις ὑπὸ μὲν τῶν εὖ φρονούντων ἐπῃνεῖτο, ὥστε καὶ τὸ τὴν βουλὴν ἀθροίζειν ὁσάκις ἂν ἐθελήσῃ λαβεῖν, τῶν δʼ ἄλλων τινὲς κατεφρόνησαν