Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

35.3 πλεῖον ἔλαττον ἐδίδοσαν. καὶ ὃς προσθεὶς ἂν ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐχ ὅπως τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις. ἤδη δὲ καὶ ἐκεῖνο ἤκουσα, ὅτι καὶ ἄλλο τι ἀργύριον ἐκ λογίου τινὸς ἢ καὶ ὀνείρατος παρὰ τῶν προστυχόντων οἱ, ὡς καὶ προσαιτῶν, ἐν μιᾷ τοῦ ἔτους ἡμέρᾳ ἐλάμβανε.
35.4 καὶ τοῦτο μέν, εἴ γέ τῳ πιστόν, οὕτω παραδέδοται· ἐν δὲ τῷ ἔτει ἐκείνῳ τήν τε Ἰουλίαν τῷ Τιβερίῳ συνῴκισε, καὶ τὴν Ὀκταουίαν τὴν ἀδελφὴν ἀποθανοῦσαν προέθετο ἐπὶ τοῦ Ἰουλιείου *)iouliei/ou Dind., i)ouni/ou *wM. ἡρῴου, παραπετάσματι καὶ τότε ἐπὶ τοῦ νεκροῦ
35.5 χρησάμενος. καὶ αὐτός τε ἐκεῖ τὸν ἐπιτάφιον εἶπε, καὶ ὁ Δροῦσος ἐπὶ τοῦ βήματος· δημόσιον γὰρ τὸ πένθος ἀλλαξαμένων τὴν ἐσθῆτα τῶν βουλευτῶν ἐγένετο. καὶ τὸ μὲν σῶμα αὐτῆς οἱ γαμβροὶ ἐξήνεγκαν, τὰ δὲ δὴ ψηφισθέντα αὐτῇ οὐ πάντα ὁ Αὔγουστος ἐδέξατο.
36.1 κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ ὅ τε ἱερεὺς τοῦ Διὸς πρῶτον μετὰ τὸν Μερούλαν ἀπεδείχθη, καὶ τοῖς ταμίαις τὰ δόγματα τὰ ta\ supplied by Rk. ἑκάστοτε γιγνόμενα διὰ φυλακῆς ποιεῖσθαι ἐκελεύσθη, ἐπειδὴ οἵ τε δήμαρχοι καὶ οἱ ἀγορανόμοι οἱ πρότερον αὐτὰ ἐπιτετραμμένοι e)pitetramme/noi R. Steph., e)pigegramme/noi *wM. διὰ τῶν ὑπηρετῶν τοῦτʼ ἔπραττον, καί τις ἐκ τούτου καὶ διαμαρτία καὶ ταραχὴ ἐγένετο.
36.2 ἐψηφίσθη μὲν οὖν τὸν Ἰανὸν τὸν Γέμινον ὡς καὶ πεπαυμένων τῶν πολέμων (ἀνέῳκτο γάρʼ κλεισθῆναι, οὐ μέντοι καὶ ἐκλείσθη· οἵ τε γὰρ Δακοὶ τὸν Ἴστρον πεπηγότα διαβάντες λείαν ἐκ τῆς Παννονίας ἀπετέμοντο, καὶ οἱ Δελμάται *delma/tai St., dalma/tai *wM. πρὸς τὰς ἐσπράξεις τῶν χρημάτων ἐπανέστησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi