Kitap 54
31.2
τότε ἦσαν. καὶ προαποσπάσας καὶ ἐκείνου τὴν γυναῖκα, καίτοι τοῦ τε Ἀγρίππου θυγατέρα ἐξ ἄλλης τινὸς γαμετῆς οὖσαν, καὶ τέκνον τὸ μὲν ἤδη τρέφουσαν τὸ δὲ ἐν γαστρὶ ἔχουσαν, τήν τε Ἰουλίαν οἱ ἠγγύησε h)ggu/hse *w, e)ggu/hse M. καὶ ἐπὶ τοὺς Παννονίους αὐτὸν ἐξέπεμψε· τέως μὲν γὰρ τὸν Ἀγρίππαν φοβηθέντες ἡσύχασαν, τότε δὲ τελευτήσαντος
31.3
αὐτοῦ ἐπανέστησαν. καί σφας ὁ Τιβέριος, πολλὰ μὲν τῆς χώρας πορθήσας πολλὰ δὲ καὶ τοὺς ἀνθρώπους κακώσας, ἐχειρώσατο, τοῖς Σκορδίσκοις, skordi/skois M, kordi/skois V. ὁμόροις τε αὐτῶν καὶ ὁμοσκεύοις οὖσι, συμμάχοις ὅτι μάλιστα χρησάμενος. καὶ τά τε ὅπλα σφῶν ἀφείλετο, καὶ τῆς ἡλικίας τὸ πλεῖον
31.4
ἐπʼ ἐξαγωγῇ ἀπέδοτο. καὶ αὐτῷ διὰ ταῦτα ἡ μὲν βουλὴ τά γε ge H. Steph., te *wM. ἐπινίκια ἐψηφίσατο, ὁ δʼ Αὔγουστος ταῦτα μὲν οὐκ ἐπέτρεψεν ἑορτάσαι, τὰς δὲ τιμὰς τὰς ἐπινικίους ἀντέδωκε.
32.1
τὸ δʼ αὐτὸ τοῦτο καὶ τῷ Δρούσῳ συνέβη. τῶν τε γὰρ Συγάμβρων καὶ τῶν συμμάχων αὐτῶν διά τε τὴν τοῦ Αὐγούστου ἀπουσίαν καὶ διὰ τὸ to\ supplied by R. Steph. τοὺς Γαλάτας μὴ ἐθελοδουλεῖν πολεμωθέντων σφίσι, τό τε ὑπήκοον προκατέλαβε, τοὺς πρώτους αὐτοῦ, προφάσει τῆς ἑορτῆς ἣν καὶ νῦν περὶ τὸν τοῦ Αὐγούστου βωμὸν ἐν Λουγδούνῳ τελοῦσι, μεταπεμψάμενος, καὶ τοὺς Κελτοὺς τηρήσας τὸν