Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

23.6 οἰκοδομηθῆναι κελεύσας. ὁ οὖν Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει τῆς ἐκείνου κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει ἔχῃ, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ οὐ τὸ ὄνομα τὸ τοῦ Πωλίωνος ἀλλὰ τὸ τῆς Λιουίας ἐπέγραψεν.
23.7 Τσῦτο μὲν οὖν ὕστερον ἐποίησε, τότε δὲ πόλεις ἔν τε τῇ Γαλατίᾳ καὶ ἐν τῇ Ἰβηρίᾳ συχνὰς ἀπῴκισε, καὶ Κυζικηνοῖς τὴν ἐλευθερίαν ἀπέδωκε, Παφίοις τε σεισμῷ πονήσασι καὶ χρήματα ἐχαρίσατο καὶ τὴν πόλιν Αὔγουσταν καλεῖν κατὰ
23.8 δόγμα ἐπέτρεψε. ταῦτα δὲ ἔγραψα οὐχ ὅτι οὐ ou) supplied by Bs. (mh\ by Xyl.). καὶ ἄλλαις πόλεσι πολλαῖς καὶ πρότερον καὶ μετὰ τοῦτο καὶ αὐτὸς ὁ Αὔγουστος ἐφʼ ὁμοίαις συμφοραῖς καὶ οἱ βουλευταὶ ἐπεκούρησαν, ὧν εἴ τις ἁπάντων μνημονεύοι, ἀπέραντον ἂν τὸ ἔργον τῆς συγγραφῆς γένοιτο· ἀλλʼ ὅτι καὶ τὰς ἐπωνυμίας ταῖς πόλεσιν ἡ γερουσία ἐν μέρει τιμῆς ἔνεμε, καὶ οὐχ ὥσπερ νῦν αὐτοὶ ἑαυτοῖς ἕκαστοι καταλόγους ὀνομάτων οὓς ἂν ἐθελήσωσιν ὡς πλήθει ποιοῦνται.
24.1 τῷ δʼ ἐπιγιγνομένῳ ἔτει Μᾶρκος μὲν Κράσσος καὶ Γναῖος Κορνήλιος ὑπάτευσαν, οἱ δʼ ἀγορανόμοι οἱ κουρούλιοι, ἀπειπόντες τὴν ἀρχὴν ὅτι ἐξαισίων σφίσι τῶν ὀρνίθων γενομένων ᾕρηντο, h(/|rhnto Rk., hi)/ranto M. αὖθις αὐτὴν ἔξω τῶν πατρίων ἐν ἑτέρᾳ ἐκκλησίᾳ ἀνέλαβον.
24.2 ἥ τε στοὰ ἡ Παύλειος ἐκαύθη, καὶ τὸ πῦρ ἀπʼ αὐτῆς πρὸς τὸ Ἑστιαῖον ἀφίκετο, ὥστε καὶ τὰ ἱερὰ ἔς τε τὸ Παλάτιον ὑπὸ τῶν ἄλλων ἀειπαρθένων (ἡ γὰρ πρεσβεύουσα αὐτῶν ἐτετύφλωτὀ ἀνακομισθῆναι καὶ ἐς τὴν τοῦ ἱερέως

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi