Kitap 54
16.3
κἀν τούτῳ καταβοήσεως kataboh/sews R. Steph., katebo/hsen M. ἐν τῷ συνεδρίῳ περί τε τῆς τῶν γυναικῶν καὶ περὶ τῆς τῶν νεανίσκων ἀκοσμίας, πρὸς ἀπολογίαν δή τινα τοῦ μὴ ῥᾳδίως δι’ αὐτὴν τὰς τῶν γάμων συναλλαγὰς ποιεῖσθαι, γενομένης, καὶ ἐναγόντων αὐτὸν καὶ ἐκείνην ἐπανορθῶσαι χλευασμῷ ὅτι πολλαῖς γυναιξὶν ἐχρῆτο,
16.4
τὸ μὲν πρῶτον ἀπεκρίνατο αὐτοῖς ὅτι τὰ μὲν ἀναγκαιότατα διώρισται, τὰ δὲ λοιπὰ ἀδύνατόν ἐστιν ὁμοίως παραδοθῆναι, ἔπειτα δὲ ἐκβιασθεὶς εἶπεν ὅτι “αὐτοὶ ὀφείλετε ταῖς γαμεταῖς καὶ παραινεῖν καὶ κελεύειν ὅσα βούλεσθε· ὅπερ που
16.5
καὶ ἐγὼ ποιῶ.” ἀκούσαντες οὖν ταῦτʼ ἐκεῖνοι πολλῷ μᾶλλον ἐνέκειντο αὐτῷ, βουλόμενοι τὰς παραινέσεις ἃς τῇ Λιουίᾳ παραινεῖν ἔφη μαθεῖν. καὶ ὃς ἄκων μέν, εἶπε δʼ οὖν τινα καὶ περὶ τῆς ἐσθῆτος καὶ περὶ τοῦ λοιποῦ κόσμου τῶν τε ἐξόδων καὶ τῆς σωφροσύνης αὐτῶν, μηδʼ ὁτιοῦν φροντίσας ὅτι μὴ καὶ τῷ ἔργῳ αὐτὰ ἐπιστοῦτο.
16.6
καὶ ἕτερον δέ τι τοιόνδε τιμητεύων ἐπεποιήκει· ἐπειδὴ γὰρ προσήγαγέ τις αὐτῷ νεανίσκον γυναῖκα ἐκ μοιχείας γεγαμηκότα, καὶ πλεῖστα ὅσα κατηγόρησεν αὐτοῦ, διηπορήθη μήτε παριδεῖν τὸ πρᾶγμα μήτʼ ἐπιτιμῆσαί τι τολμήσας, καὶ μόλις mo/lis Pflugk, ma/lista M. ποτὲ ὀψὲ ἀνενεγκὼν “πολλά,” ἔφη, “καὶ δεινὰ αἱ στάσεις ἤνεγκαν, ὥστε ἐκείνων μὲν ἀμνημονῶμεν, τοῦ δὲ δὴ λοιποῦ προνοῶμεν ὅπως μηδὲν τοιοῦτο