Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

14.2 ἑξακοσίους κατελέξατο. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ μετὰ τοῦτο, ἐπειδή τινες οὐκ ἐπιτήδειοι καὶ τότε ἐγγεγραμμένοι ἦσαν, καὶ Λικίνιός τέ τις Ῥήγουλος, ἀγανακτήσας ὅτι τοῦ τε υἱέος καὶ ἄλλων πολλῶν, ὧν w(=n supplied by R. Steph. κρείσσων εἶναι ἠξίου, διειλεγμένων ἀπαλήλιπτο, τήν τε ἐσθῆτα ἐν αὐτῷ τῷ
14.3 βουλευτηρίῳ κατερρήξατο, καὶ τὸ σῶμα γυμνώσας τάς τε στρατείας κατηριθμήσατο καὶ τὰς οὐλὰς προσεπέδειξέ σφισι, καὶ Ἀρτικυλέιος *)artikule/ios Cary, *)artikulh/ios M. Παῖτος *pai=tos Bk., pe/tos M. ἐν μὲν τοῖς βουλεύσουσιν ὢν τῷ δὲ δὴ πατρὶ ἐκπεπτωκότι παραχωρῆσαι τῆς βουλείας ἀξιῶν ἱκέτευεν, ἐξετασμὸν αὖθίς σφων ἐποιήσατο, καί
14.4 τινας ἀπαλλάξας ἄλλους ἀντικατέλεξεν. ἐπειδή τε πολλοὶ καὶ ὣς διεγεγράφατο, καί τινες αὐτὸν δι’ αἰτίας, au)to\n di' ai)ti/as Bk., au)tw=n ai)ti/as M. οἷα ἐν τῷ τοιούτῳ φιλεῖ συμβαίνειν, ὡς καὶ ἀδίκως ἀπεληλαμένοι εἶχον, τότε τε te Bk., ge M. αὐτοῖς καὶ συνθεάσασθαι καὶ συνεστιάσασθαι τοῖς βουλεύουσι, τῇ αὐτῇ σκευῇ χρωμένοις, συνεχώρησε, καὶ ἐς τὸ ἔπειτα τὰς ἀρχὰς αἰτεῖν ἐπέτρεψε.
14.5 καὶ αὐτῶν οἱ μὲν πλείους ἐπανῆλθον χρόνῳ ἐς τὸ συνέδριον, ὀλίγοι δέ τινες ἐν τῷ μέσῳ, μήτε τῆς γερουσίας μήτε τοῦ δήμου νομιζόμενοι, κατελείφθησαν.
15.1 τούτων οὖν οὕτω γενομένων συχνοὶ μὲν εὐθὺς συχνοὶ δὲ καὶ μετὰ τοῦτο καὶ ἐκείνῳ καὶ τῷ Ἀγρίππᾳ ἐπιβουλεῦσαι, εἴτʼ οὖν ἀληθῶς εἴτε καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi